Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Νεκτάριον

Άγιος Νεκτάριος Πενταπόλεως

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΠΕΝΤΑΠΟΛΕΩΣ

Ψάλλεται στον Ι.Ν. Αγίου Νεκταρίου στα Χανιά

Ευλογητός ο Θεός ημών πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνην σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισεν με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διαπέτασα προς σε τας χείρας μου· η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσον μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψεις το πρόσωπόν σου απ΄ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνωρισόν μοι, κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ εί ο Θεός μου. Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γή ευθεία· ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ως τον θαυμάτων την ακένωτον χάριν, πλουσίως Πάτερ εκ Θεού δεδεγμένος, των προσιόντων ευλαβώς τη σκέπη σου, λύεις τα νοσήματα και δεινάς καχεξίας, παύεις τη ση χάριτι και παρέχεις υγείαν, θαυματουργέ Νεκτάριε αεί, τοις εκζητούσι, την θείαν πρεσβείαν σου.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Η των Χανίων επαγάλλεται πόλις, ως ιατρείον θαυμαστόν κεκτημένη, τον σον ναόν Νεκτάριε μακάριε, ω πιστώς προστρέχοντες, από πάσης της Κρήτης, ίασιν και λύτρωσιν και παθών θεραπείαν, οι ασθενούντες δρέπονται αεί, τη δεδομένη, θεόθεν σοι χάριτι.

Και νυν και αεί και εις τους αιώνας των αιώνων, αμήν.

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, ειμή γαρ Συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων, τις δε διεφύλαξεν εως νύν ελευθέρους. Ούκ αποστώμεν, Δέσποινα, εκ Σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ελέησον με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστί διαπαντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον Σου εποίησα, όπως αν δικαιωθείς εν τοις λόγοις Σου και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινομένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου και το πνεύμα Σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς Σου και ασεβείς επί Σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου. Αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν Σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινομένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκίαν Σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Θαυμάτων πηγάζων τας δωρεάς, ψυχών και σωμάτων, θεραπεύεις πάθη δεινά, των πίστει και πόθω προσιόντων, τω σω ναώ Ιεράρχα Νεκτάριε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Αγάλλου Χανίων πόλις λαμπρά, τον άγιον οίκον, Νεκταρίου του θαυμαστού, ως μέγα προσφύγιον πλουτούσα, εν ευκαιρίαις παντοίαις και θλίψεσι.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Υψόθεν Νεκτάριε νοερώς, φοιτών των ναώ σου, πάσι δίδου ως συμπαθής, τοις σπεύδουσι τούτω καθ’ εκάστην, την ταχυτάτην σου Πάτερ βοήθειαν.

Και νυν και αει, και εις τους αιώνας των αιώνων, αμήν.

Μη φλέξας ο λόγος ο του Θεού πυρ υπάρχων Κόρη, την γαστέρα σου την αγνήν, προήλθεν ως άνθρωπος τω κόσμω και των ανθρώπων την φύσιν διέσωσε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Από πάσης της Κρήτης, οι χαλεπώς κάμνοντες, τω εν τοις Χανίοις αγίω ναώ σου σπεύδουσιν, ένθα λαμβάνουσι, τα καταθύμια Πάτερ, όθεν και κηρύττουσι, τα σα θαυμάσια.

Άγιε του θεού πρέσβευε υπέρ ημών.

Των πολλών σου θαυμάτων και δωρεών Άγιε, πανταχού εξήλθεν η χάρις, η πλουσιόδωρος, πάντας προφθάνουσα, τους εν κινδύνοις τελούντας και πάσι παρέχουσα, ρώσιν και έλεος.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Ώφθης Πάτερ κατ’ όναρ, πλείστοις δεινώς πάσχουσι και τοις τεθλιμμένοις παρέχοις, χαράν και ίασιν, τη αντιλήψει σου, όθεν Χανίων η πόλις εν τοις θαυμασίοις σου, χαίρει εκάστοτε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων, αμήν.

Νέον βρέφος τεκούσα σωματικώς Άχραντε, τον προ των αιώνων Δεσπότην και Παντοκράτορα, νέον με εργάσαι, παλαιωθέντα κακία κατά νούν Πανάμωμε, ταίς ικεσίαις σου.

Διάσωσον θαυματουργέ Νεκτάριε Ιεράρχα, πάσης βλάβης και ασθενείας και θλίψεως, τους ευλαβώς προσιόντας τω σω τεμένει.

Eπίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών Δαμασκηνού. Έτι δεόμεθα υπέρ των αδελφών ημών, των ιερέων, ιερομονάχων, ιεροδιακόνων και μοναχών και πάσης της εν Χριστό ημών αδελφότητος.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη πόλει, τη ενορία, μητροπόλη και νήσο ταύτῃ, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα και υπέρ του ευαγούς ιδρύματος τούτου, μετά των τροφίμων, εργαζομένων και προσφερόντων εν αυτώ, πάντων ημών των συνελθόντων και ευλαβώς επιτελούντων την ιεράν παράκλησιν ταύτην, μετά των οικείων αυτών, και ων τα ονόματα εμνημονεύσαμε υπέρ υγείας, θείας βοηθείας υπέρ αυτών είπομεν.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Προστάτης θερμός και μέγα καταφύγιον εδείχθης ημίν Νεκτάριε πανθαύμαστε, διό η Κρήτη άπασα, εξαιρέτως Χανίων η πόλις δε, ανακηρύττουσι Πάτερ αεί, της σης αρωγής χάριν την άφθονον.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ως μέγιστην προς Κύριον έχων παρρησίαν Πάτερ Νεκτάριε, μη ελλείπης εξαιρούμενος, ημάς πάσης βλάβης του αλάστορος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Φυγαδεύονται δαίμονες και δεινά παθήματα θεραπεύονται, την προσψαύσει του σπονδύλου σου, του Χαριτοβρύτου, ω Νεκτάριε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Θεραπείον αδάπανον, ο εν τοις Χανίοις ναός σου πέφηνε, δια τούτο σε γεραίρουσιν, οι των σων χαρίτων απολαύοντες.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων, αμήν.

Η πρεσβεία σου Άχραντε, άπαντας λυτρούται πάσης κακώσεως, ης τη χάριτι προστρέχοντες, θείας ευφροσύνης εμπιπλάμεθα.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Σε καταφυγήν, εν ανάγκαις Πάτερ έχοντες, τω αγίω σου προστρέχομεν ναώ και λαμβάνομεν ταχέως τα αιτήματα.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Πάθη τα δεινά, θεραπεύεις ω Νεκτάριε και παρέχεις την υγείαν θαυμαστώς, τοις προσπίπτουσι πιστώς τη αντιλήψει σου.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Ήστραψαν εν γη, αι ακτίνες των θαυμάτων σου, διά τούτο πας πιστός πίστει θερμή, εν κινδύνοις καταφεύγει τη πρεσβεία σου.

Και νυν και αει, και εις τους αιώνας των αιώνων, αμήν.

Γέγονας ημίν, σωτηρίας πύλη Άχραντε, ως τεκούσα τον Σωτήρα Ιησούν διό σώσον με τοις πάθεσιν ολλύμενον.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Η πόλις η των Χανίων προστάτην, ευραμένη σε Νεκτάριε Πάτερ, τω σω αγίω ναώ καταφεύγει και την σην χάριν κυρύττει τοις πέρασιν, ότι τοις πάσι βοηθείς, τους ποικίλως νοσούντας ιώμενος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ωράσαι τοις σε καλούσι κατ’ όναρ και δηλοίς τοις αγνοούσι σην κλήσιν και πάσι νέμεις την χάριν σου Πάτερ ότι ο Θεός θαυμαστώς σε εδόξασεν, εν τοις εσχάτοις τοις καιροίς, εις ημών περιποίησιν Άγιε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Προστρέχει τω εν Χανίοις ναώ σου, των Κρητών των ευσεβών πάσα τάξις και των πολλών σου χαρίτων τρυφώσα τοις θαυμάσιοις σου Πάτερ εξίσταται, Νεκτάριε θαυματουργέ, ην φυλάτεις παντοίων εκθλίψεων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων, αμήν.

Αφράστως τον Ποιητήν των απάντων εξ αχράντων σου αιμάτων τεκούσα, γεγενημένων βροτόν ώσπερ οίδεν εις ανακαίνισιν κόσμου και λύτρωσιν, της των παθών με συνοχής, δυσωπώ σε Παρθένε εκλύτρωσαι.

Διάσωσον θαυματουργέ Νεκτάριε Ιεράρχα, πάσης βλάβης και ασθενείας και θλίψεως, τους ευλαβώς προσιόντας τω σω τεμένει.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ’ εσχάτων, των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου και πατρός ημών Δαμασκηνού. Έτι δεόμεθα υπέρ των αδελφών ημών, των ιερέων, ιερομονάχων, ιεροδιακόνων και μοναχών και πάσης της εν Χριστό ημών αδελφότητος.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη πόλει, τη ενορία, τη μητροπόλη και τη νήσο ταύτῃ, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του ναού τούτου.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του ευαγούς ιδρύματος τούτου, μετά των τροφίμων, εργαζομένων και προσφερόντων εν αυτώ, πάντων ημών των συνελθόντων και ευλαβώς επιτελούντων την ιεράν παράκλησιν ταύτην, μετά των οικείων αυτών, και ων τα ονόματα εμνημονεύσαμε υπέρ υγείας, θείας βοηθείας υπέρ αυτών είπομεν.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Τη ταχυτάτη πρεσβεία σου Άγιε, οι εν κινδύνοις υπάρχοντες σπεύδοντες, πικράς συνοχής απαλλάτονται και χαριστήριον αίνον σοι άδουσι Νεκτάριε Πάτερ ιερώτατε.

Οι Ιερείς Σου Κύριε ενδύσονται δικαιοσύνην και οι όσιοί Σου αγαλλιάσει αγαλλιάσονται.

Οι Ιερείς Σου Κύριε ενδύσονται δικαιοσύνην και οι όσιοί Σου αγαλλιάσει αγαλλιάσονται.

Τίμιος εναντίον Κυρίου ο θάνατος των Οσίων αυτού.

Οι Ιερείς Σου Κύριε ενδύσονται δικαιοσύνην και οι όσιοί Σου αγαλλιάσει αγαλλιάσονται.

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.

Και τω πνευματί σου.

Εκ του κατά Ματθαίον αγίου Ευαγγελίου, το Ανάγνωσμα. Πρόσχωμεν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Τω καιρώ εκείνω, ηκολούθησαν τω Ιησού όχλοι πολλοί από της Γαλιλαίας και Δεκαπόλεως και Ιεροσολύμων και Ιουδαίας και πέραν του Ιορδάνου. Ιδών δε τους όχλους ανέβη εις το όρος, και καθίσαντος αυτού προσήλθον αυτώ οι μαθηταί αυτού. Και ανοίξας το στόμα αυτού, εδίδασκεν αυτούς λέγων: Μακάριοι οι πτωχοί τω πνεύματι, ότι αυτών έστιν η βασιλεία των ουρανών. Μακάριοι οι πενθούντες, ότι αυτοί παρακληθήσονται. Μακάριοι οι πραείς, ότι αυτοί κληρονομήσουσι την γην. Μακάριοι οι πεινώντες και διψώντες την δικαιοσύνην, ότι αυτοί χορτασθήσονται. Μακάριοι οι ελεήμονες, ότι αυτοί ελεηθήσονται. Μακάριοι οι καθαροί τη καρδία, ότι αυτοί τον Θεόν όψονται. Μακάριοι οι ειρηνοποιοί, ότι αυτοί υιοί Θεού κληθήσονται. Μακάριοι οι δεδιωγμένοι ένεκεν δικαιοσύνης, ότι αυτών έστιν η βασιλεία των ουρανών. Μακάριοι έστε όταν ονειδίσωσιν υμάς και διώξωσι και είπωσι πάν πονηρόν ρήμα καθ’ υμών ψευδόμενοι ένεκεν εμού. Χαίρετε και αγαλλιάσθε, ότι ο μισθός υμών πολύς εν τοις ουρανοίς.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Ταις του Ιεράρχου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν και αεί και εις τους αιώνας των αιώνων, αμήν.

Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Ελεήμον, ελέησον με ο Θεός, κατά το μέγα Έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου.

Όρμον ως αχείμαστον και σωτηρίας λιμένα, τον ναόν σου Άγιε, τον σεπτόν ευράμενοι μετά πίστεως, προς αυτόν σπεύδομεν, και πικρών κυμάτων των του βίου εκλυτρούμεθα, γαλήνην άκλυστον και ειρήνην θείαν δεχόμενοι και πειρασμών εκλύτρωσιν, ταις σαις προς Θεόν παρακλήσεσιν, όθεν σε υμνούμεν ως μέγαν αντιλήπτορα ημών και προς τον Κτίστην Νεκτάριε, πρέσβυν ετοιμότατον.

Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου. Επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς, ύψωσον κέρας Χριστιανών Ορθοδόξων και κατάπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια. Πρεσβείαις της παναχράντου, Δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας. Δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Θείων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων, των εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, και Οικουμενικών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας, Νικολάου του εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών. Των αγίων ενδόξων και καλλινίκων μαρτύρων, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος και Στρατηλάτου, των οσίων και θεοφόρων Πατέρων ημών, Νεκταρίου Επισκόπου Πενταπόλεως του Θαυματουργού, των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης και πάντων σου των Αγίων. Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Τας των νόσων οδύνας και καρκίνου το πάθος το χαλεπώτατον, Νεκτάριε ιάσαι, διο σοι εκβοώμεν. Της αυτού λυμής φύλαττε, Πάτερ ημάς ασινείς τους σε υμνολογούντας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Εξ απάσης της Κρήτης, τω ενταύθα Ναώ σου Πάτερ προστρέχοντες, λαμβάνουσιν ιάσεις και πάσαν θεραπείαν, ψυχής άμα και σώματος και ως προστάτην θερμόν, υμνούσι σε παμμάκαρ.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Ρέει άφθονος χάρις, ως πηγή νεκταρώδης εκ του Λειψάνου σου και άπασαν πικρίαν, των θλίψεων εξαίρει και βραβεύει εκάστοτε, τον αληθή γλυκασμόν, ημίν θαυματοφόρε.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων, αμήν.

Γεωργείς ανηρότως, υπέρ φύσιν και λόγον των πάντων Κύριον, δι’ οίκτον βροτωθέντα και σώσαντα τον κόσμον, διο Κόρη γεώργησον, την ταπεινήν μου ψυχήν, εννοίαις ουρανίαις.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Έχων μεγίστην, προς τον Χριστόν παρρησίαν, παμμακάριστε Νεκτάριε μη παύση, άπασι παρέχων, βοήθειαν εν πάσι.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ρώσιν ταχείαν, τη πατρική αρωγή σου, δίδου Άγιε τοις κατατρυχομένοις, νόσοις τοις ανιάτοις και θλίψεσι βαρείαις.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Αγαλλιάται, πόλις Χανίων τρισμάκαρ, τω αγίω σου ναώ εγκαυχωμένη, ένθα σου η χάρις, υπερφυώς εκλάμπει.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων, αμήν.

Σκέπη μου έσο, παντί τω βίω Παρθένε και εν ώρα μοι βοήθει του θανάτου, ίνα βασιλείας, της του Υιού σου τύχω.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ιάματα ποικίλα, βρύει ο ναός σου διο τη θεία Εικόνι σου Άγιε και τω σεπτώ σου λειψάνω πιστώς προσπίπτομεν.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Μανίας των δαιμόνων και της ασθενείας, της χαλεπής του καρκίνου διάσωζε, τους ευλαβώς σε τιμώντας Πάτερ Νεκτάριε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Οι θέλοντες ρυσθήναι, πάσης αρρωστίας, τω Νεκταρίω τεμένει προσέλθετε, εξ ου ιάσεων βλύζει χάρις ακένωτος.

Και νυν και αει, και εις τους αιώνας των αιώνων, αμήν.

Υπέραγνε Μαρία Κεχαριτωμένη, χαριτωσόν μου ψυχήν και διάνοιαν, διά ζωής εναρέτου, ίνα δοξάζω σε.

Άξιον εστίν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και Μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεὸν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Χαίροις Εκκλησίας νέος αστήρ, Νεκτάριε Πάτερ, Ορθοδόξων η καλλονή, χαίροις ασθενούντων, ταχυτάτος ακέστωρ, Νεκτάριε παμμάκαρ, Αγγέλων σύσκηνε.

Έλαμψας εσχάτοις εν τοις καιροίς ως πάμφωτον άστρον, λαμπηδόσι των αρετών και καταπυρσεύεις Χριστού την Εκκλησίαν, θαυμάτων ταις ακτίσι, Πάτερ Νεκτάριε.

Έχει τον ναόν σου τον ιερόν, Χανίων η πόλις, ως αγίασμα θαυμαστόν, ένθα προσιόντες, των ευσεβών οι δήμοι, Νεκτάριε πληρούνται, θείας χρηστότητος.

Χαίροις αντιλήπτωρ των ευσεβών, ο καρκίνου πάθος, θεραπεύων το χαλεπόν, χαίροις ο κατ’ όναρ φαινόμενος και ύπαρ Νεκτάριε και πάσι, νέμων τα πρόσφορα. Νέκταρ των αΰλων σου δωρεών, βρύει ο ναός σου εν Χανίοις ο ιερός και την Κρήτην πάσαν, αρδείαις ταις γλυκείαις, αρδεύει και ευφραίνει, Πάτερ Νεκτάριε.

Φύλαττε και σκέπε πάσης οργής, την πόλιν Χανίων την τιμώσαν σε ευλαβώς, και την νήσον Κρήτην και πάσαν την Ελλάδα, Νεκτάριε ως πρέσβης ημών, προς Κύριον.

Μετά την ανάστασιν ω Σωτήρ, εν σαρκί επέστει εις το όρος των ελαιών, όθεν μετά δόξης εις ουρανους επήλθειν, ίαν τον κόσμω πέμψει πνεύμα το Άγιον.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Αμήν.

Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς.

Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς.

Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, ελθέτω η βασιλεία σου, γεννηθήτω το θέλημά σου, ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού. Αμήν.

Ότι σου εστίν η βασιλεία και η δύναμις και η δόξα του Πατρός, και του Υιού και του Αγίου Πνεύματος νυν, και αεί, και εις τους αιώνας των αιώνων.

Αμήν.

Σηλυβρίας τον γόνον και της Κρήτης τον έφορον, τον εσχάτοις χρόνοις φανέντα, αρετής φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού, αναβλύζει γαρ ιάσεις παντοδαπάς, τοις ευλαβώς κραυγάζουσι, δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

Δόξα σοι Χριστός ο Θεός, η ελπὶς ημών, δόξα Σοι.

Χριστὸς ο αληθινὸς Θεός ημών ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας Αυτοῦ μητρός, δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Θείων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των οσίων και θεοφόρων Πατέρων ημών, Νεκταρίου Επισκόπου Πενταπόλεως του Θαυματουργού, των αγίων και δικαίων θεοπατόρων Ιωακεὶμ και Άννης, και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

Πάντας τους προστρέχοντας πιστώς, Πάτερ τω αγίω Ναώ σου και αιτουμένους θερμώς, Άγιε Νεκτάριε, την σην βοήθειαν, πειρασμών απολύτρωσαι και νόσων παντοίων, ως θεράπων ένθεος του Παντοκράτορος, λύων συμφορών τας εφόδους και ρώσιν τοις πάσχουσι νέμων, τη συμπαθεστάτη αντιλήψει σου.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.

Αμήν.

Ακοιλίδωτον ζωήν εν εσχάτοις τοις καιροίς, ω Νεκτάριε σοφέ, εβιώσω ιερώς.
Ο ναός σου ο σεπτός, ιατρείον μυστικόν, ω Νεκτάριε σοφέ αναδέδεικται ημίν.
Πάσα γλώσσα των πιστών, μακαρίζει σε σοφέ, ως θεράποντα Θεού, και θαυμάτων θησαυρόν.
Στήλη θειων αρετών, η αγία σου ζωή, πάσι πρόκειται πιστοίς, ω Νεκτάριε κλεινέ.
Ω Νεκτάριε σοφέ, ω προστάτα των πιστών, σκέπε φρούρει φυλάτε, τους προστρέχοντας εις σε.

Διαβάστε για το ναό του Αγίου Νεκταρίου στα Χανιά Κρήτης, κάνοντας κλικ εδώ!

Τον Παρακλητικό Κανόνα που ψάλλεται στον Ι.Ν Αγίου Νεκταρίου στα Χανιά, μας έστειλε ο κ. Ε.Ν.Ε., τον οποίο και ευχαριστούμε θερμά!

Κοινοποίησε τη σελίδα: