Ὁ σεβασμὸς τῶν πιστῶν εἰς τὸν ζωοποιὸν τοῦ Κυρίου Σταυρὸν ἦν εὐθὺς ἐξ ἀρχῆς μέγας. Ο Απόστολος Παῦλος ἐν τῇ Α΄. Πρὸς Κορινθίους (Α΄ 18) συνιστᾷ τὸ σημεῖον τοῦ τιμίου Σταυροῦ τοῖς πιστοῖς ὡς δύναμιν Θεοῦ λέγων: “ὁ λόγος ὁ τοῦ Σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν”.
Οἱ χριστιανοὶ τὴν περὶ Σταυροῦ διδασκαλίαν τῶν Αποστόλων μετ᾿ εὐλαβείας τηροῦντες ἐτίμων τὸ σημεῖον καὶ τὸν τύπον τοῦ τιμίου Σταυροῦ καὶ ἐπίστευον εἰς τὴν ἀπολυτρωτικὴν καὶ ζωοπάροχον Αὐτοῦ δύναμιν.
Τὸ ἐξεικόνισμα καὶ τὸ ἐπισφράγισμα τοῦ τιμίου Σταυροῦ ἐπιστεύετο καὶ ἦν αὐτοῖς ὅπλον αήττητον κατὰ τῶν ἐπιβουλῶν τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν.
Ἐντεῦθεν ὁ ἰδιάζων σεβασμὸς καὶ ἡ ἐξαιρετικὴ τιμὴ ἡ ἀποδιδομένη πρὸς Αὐτὸν ἀπὸ τῶν πρώτων τῆς ἐκκλησίας αἰώνων.