Οι 24 Χαιρετιστήριοι Οίκοι του Αγίου Νεκταρίου

(έργο του μακαριστού πατρός Γερασίμου Μικραγιαννανίτη)
 

Άνθρωπος ουρανόφρων, ανεδείχθης εν κόσμω, Νεκτάριε Χριστού ιεράρχα ζωήν γαρ οσίαν διελθών, ακέραιος, όσιος και θεόληπτος, εν πάσιν εχρημάτισας· εντεύθεν παρ' ημών ακούεις.

Χαίρε, δι' ου οι πιστοί υψούνται χαίρε, δι' ου οι εχθροί θαμβούνται.
Χαίρε, της σοφίας κρατήρ ο χρυσότευκτος· χαίρε, της κακίας πρηστήρ ο νεότευκτος.
Χαίρε, οίκος αγιώτατος ενεργείας θεικής· χαίρε, βίβλος θεοτύπωτος πολιτείας της καινής.
Χαίρε, ότι αρτίως ημιλλήθης αγίοις χαίρε ότι εμφρόνως εχωρίσθης της ύλης.
Χαίρε λαμπρόν της πίστεως τρόπαιον χαίρε, σεπτόν Της χάριτος όργανον.
Χαίρε, δι' ου Εκκλησία χορεύει· χαίρε, δι' ου νήσος Αίγινα χαίρει.

Χαίροις, πάτερ Νεκτάριε

Βλέμματι διανοίας, έτι ων νεανίας, κατώπτευσας την θείαν ακτίνα, υφ' ης καταλαμφθείς την ψυχήν, τω φωτί των θείων εντολών όσιε, ηρετίσω πορεύεσθαι, εκ νεότητος Χριστώ ψάλλων.

Αλληλούια

Γέγονας εν τη πόλει, Κωνσταντίνου θεόφρον, τω θείω ιθυνόμενος φόβω εν η τα κρείττονα μελετών, φρονήσεως θείας έμπλεως πέφηνας, ευφραινων εν τοις λόγους σου τους εκβοώντάς σοι τοιαύτα·

Χαίρε, το κλήμα της αφθαρσίας· χαίρε, το νέκταρ της αμβροσίας.
Χαίρε, του Σωτήρος θεράπον θεόληπτε· χαίρε, των πατέρων των πάλαι ομότροπε.
Χαίρε, πέτρα νεοσμίλευτος νοητής οικοδομής· χαίρε, στέφος τό νεόπλοκον Εκκλησίας της σεπτής.
Χαίρε, ότι εφάνης ως νεόδρεπτον ρόδον χαίρε, ότι εδείχθης ως θεόδεκτον δώρον.
Χαίρε, αστήρ ο νέος της πίστεως· χαίρε, λαμπτήρ Της δόξης του κτίσαντος.
Χαίρε, ηθών ουρανίων ταμιείον χαίρε, σεπτών αρετών εκμαγείον.

Χαίροις, πάτερ Νεκτάριε

Δόξαν την Της σοφίας, ολοτρόπως ποθήσας, και ταύτην εκ παιδός εκιτήσας, τον Χριστόν ικέτευες τυχείν, του καλλίστου εφετού θερμοίς δάκρυσι, και τυχών Της εφέσεως, Νεκτάριε πιστώς εβόας·

Αλληλούια

Εύφρανας την ψυχήν σου, ως οι πάλαι πατέρες Βασίλειος συν τω Γρηγορίω, παιδευμάτων τη κτήσει σαφώς, εν Αθήναις μαθητεύσας Νεκτάριε διό τοις σοίς χαρίσμασιν,ηδόμενοι σοι εκβοώμεν.

Χαίρε, φωτός ουρανίου τέκνον χαίρε, τερπνόν ευσέβειας δένδρον.
Χαίρε, της του κόσμου απάτης υπέρτερος· χαίρε,τη μεθέξει του κρείττονος ένθεος.
Χαίρε, νους ο θεοφόρητος πλήρης θείων εννοιών χαίρε, άνθραξ θειου Πνεύματος πυρ ανάπτων νοερόν.
Χαίρε, ότι αμέμπτως την ζωήν διανύεις· χαίρε, ότι την πλάνην του Βελίαρ εκλύεις.
Χαίρε, Χριστού δεχθείς την αγάπησιν χαίρε, καλών ενέγκας την άνθησιν.
Χαίρε, πιστών νεοστήρικτον έρκος· χαίρε, εχθρών καιριώτατον βέλος.

Χαίροις, πάτερ Νεκτάριε

Ζήλω θείω θεόφρον, των οσίων πατέρων, ποθήσας τον Ισάγγελον βίον εν Χίω ημφιάσω σεπτώς, τών μοναχών το σχήμα το ουράνιον, και τον εχθρόν εγύμνωσας, εν τω ψάλλειν αεί Κυρίω·

Αλληλούια

Ήκουσε προσευχής σου, ο Δεσπότης εξ ύψους, βοήσαντος αυτώ εκ καρδίας, και επέταξε τη θαλάσση και έστη εις αύραν ο κλύδων όσιε, θαυμάσαντες δε άπαντες, οι σωθέντες πιστώς εβόων.

Χαίρε, Θεού ο θείος θεράπων χαίρε, πηγή ποικίλων θαυμάτων.
Χαίρε, Εκκλησίας φωστήρ ο νεόφωτος χαίρε των αγίων απάντων ισότιμος.
Χαίρε, σκεύος πολυτίμητον ουρανίων δωρεών χαίρε, κήπος ο νεόβλαστος μακαρίων αρετών.
Χαίρε, ότι θαλάσσης κατευνάζεις τον σάλον, χαίρε, ότι τω λόγω απελέγχεις παν φαύλον.
Χαίρε Χριστού το νέον εκλόγιον· χαίρε, ηθών οσίων γεώργιον.
Χαίρε, ζωής θιασώτης οσίας· χαίρε, χαράς βραβευτης ουρανίας.

Χαίροις, πάτερ Νεκτάριε

Θαυμαστός ανεδείχθης εν εσχάταις ημέραις, εν βίω ιεράρχα αγίω, των πάλαι αγίων την ζωήν, χαρακτηρίσας εμφανώς τοις τρόποις σου, και δοξασθείς τοις θαύμασι, κινδύνων σώζεις τους βοώντας·

Αλληλούια

Ιεράρχης θεόφρων, εκλογή θεοκρίτω εδείχθης αληθώς εν Αιγύπτω, και της Πενταπόλεως ποιμήν, κατά Παύλον τον μέγαν ώφθης ένθεος· διό την πολιτείαν σου, εθαύμαζον πιστοί βοώντες·

Χαίρε, ο ένθους τη πολιτεία· χαίρε, ο τύπος τη ευσεβεία.
Χαίρε, των οσίων πατέρων εφάμιλλος· χαίρε, ιερέων ο νέος διάκοσμος.
Χαίρε, σκήνωμα πραότητος και αγάπης θησαυρός· χαίρε, ιλαρότητος και ελέους χορηγός.
Χαίρε, ότι εφάνης Εκκλησίας λαμπρότης· χαίρε, ότι τυγχάνεις ευσεβούντων φαιδρότης.
Χαίρε, εικών αρίστης βιώσεως· χαίρε, τυχών σαφώς της θεώσεως.
Χαίρε, κανών της αρχιερωσύνης· χαίρε, λαμπτήρ της θεορρημοσύνης.

Χαίροις, πάτερ Νεκτάριε

Κόσμος της εν Αιγύπτω, Εκκλησίας ωράθης, ως του ευαγγελίου εργάτης· εντεύθεν των πιστών οι χοροί, υφηγητήν σε θείον πάτερ κτησάμενοι, τα κρείττω επαιδεύοντο, βοώντες συν σοι τω Κυρίω·

Αλληλούια

Λάμψας εν τη Ελλάδι, ως Απόστολος άλλος, λαμπρύνεις ευσεβών τας καρδίας, τω φέγγει των θείων διδαχών, και ταις άκτισι του βίου σου όσιε· διό τη ση λαμπρότητι, φωταγωγούμενοι βοώμεν·

Χαίρε, το άστρον της Εκκλησίας· χαίρε η σάλπιγξ της αληθείας.
Χαίρε, Αποστόλων τον ζήλον κτησάμενος· χαίρε, ιαμάτων την χάριν δεξάμενος.
Χαίρε, ρήτωρ ενθεώτατος των ρημάτων της ζωής· χαίρε, λόγου του της χάριτος ο σοφός υφηγητής.
Χαίρε, ότι καθαιρείς ψυχικάς διαθέσεις· χαίρε, ότι ρυθμίζεις καρδιών τας εφέσεις.
Χαίρε, πιστών ο μέγας διδάσκαλος· χαίρε, Χριστού ο μύστης ο άριστος.
Χαίρε, πολλούς πειρασμούς υπομείνας· χαίρε, ψυχάς προς Θεόν οδηγήσας.

Χαίροις, πάτερ Νεκτάριε

Μέγας εν ιεράρχαις, και σοφοίς διδασκάλοις, ως μύστης ταπεινώσεως ώφθης διόπερ ως κλήρον πατρικόν, τας σας θεογράφους δέλτους κατέλιπες τη Εκκλησία άγιε, εν αις πιστώς εντρυφώντες, τω σε δοξάσαντι βοώμεν.

Αλληλούια

Νέκταρ δικαιοσύνης, και ζωής θείας δρόσον, τη θεία επομβρία θεόφρον, οία νεφέλη πνευματική, εν αυχμώδει καιρώ ημίν επώμβρησας. ευφραίνων τας ψυχάς ημών, και διεγείρων του βοάν σοι·

Χαίρε, η δρόσος της θυμηδίας· χαίρε, η αύρα της αφθαρσίας.
Χαίρε, ο πηγάσας το ύδωρ της χάριτος· χαίρε, ο εμφράξας το στόμα του δράκοντος.
Χαίρε, έαρ αγιότητος εν χειμώνι νοητώ· χαίρε, σέλας νεοφώτιστο εν τω σκότει τω δεινώ.
Χαίρε, ότι συγχέεις ασεβών τας εννοίας· χαίρε, ότι ευφραίνεις ευσεβών τας καρδίας.
Χαίρε, λαών ορθοδόξων στήριγμα· χαίρε, πολλών κακοδόξων σύντριμμα.
Χαίρε, χορών κενολόγων η πτώσις· χαίρε, πολλών ασθενούντων η ρώσις.

Χαίροις, πάτερ Νεκτάριε

Ξένα θαύματα πάτερ, η ση θήκη πηγάζει, και σώζει τους εν πόνοις τελούντας· διό τη ση αγία Μονή πανταχόθεν συρρέουσιν άνθρωποι, και λύτρωσιν, κομίζονται παρά σου βοώντες·

Αλληλούια

Όρμον άκλυστον πάτερ, εν τη νήσω Αιγίνης, ανέδειξας την θείαν Μονήν σου, και εν ταύτη σεπτών μοναστριών κυβερνήτης σοφός εχρημάτισας· Χριστώ γαρ ταύτας όσιε, σοφώς ωδήγησας βοώσας·

Χαίρε, ο νους ασκήσεως θείας χαίρε, αδάμας της καρτερίας.
Χαίρε, ταπεινώσεως έμψυχον άγαλμα χαίρε, καθαρότητας θείον θησαύρισμα.
Χαίρε, απαθείας έσοπτρον και αγνείας λαμπηδών χαίρε, εγκράτεια τέμενος και ταμείον αρετών.
Χαίρε, ότι διέπεις εν Θεώ την Μονήν σου χαίρε, ότι παρέχεις πάσι την αρωγήν σου.
Χαίρε, λαμπρός της Αιγίνης έφορος χαίρε, πιστών αντιλήπτωρ έτοιμος.
Χαίρε, πολλούς εκ κινδύνων αρπάσας χαίρε, εχθρού την οφρύν κατασπάσας.

Χαίροις, πάτερ Νεκτάριε

Πλήρης χάριτος θείας και οσμής ουρανίας, η θήκη των λειψάνων σου πέλει· εν οις ου μόνον η ση Μονή, αλλά και πάσα η Αίγινα γάνυται, και πάντες αγιάζονται, τη τούτων χάριτι βοώντες·

Αλληλούια

Ρείθρα βλύζουσι θεια, τα σεπτά σου οστέα, πλούσια δωρεά ουρανία, ιαμάτων εσαεί πολλών, και νοσημάτων τον ρύπον εκπλύνουσι· διό σου εκπληττόμενοι, ην εύρες δόξαν εκβοώμεν.

Χαίρε, το ρείθρον των ιαμάτων· χαίρε η λύσις των νοσημάτων.
Χαίρε, πανταχού ο προφθάνων καλούμενος χαίρε, ο κατ' όναρ και ύπαρ φαινόμενος.
Χαίρε, βρύσις η πολύρρυτος συμπαθείας πατρικής· χαίρε βότρυς ο γλυκύτατος ευφροσύνης ψυχικής.
Χαίρε, ότι καρκίνου χαλεπόν παύεις πάθος· χαίρε, ότι δαιμόνων καταλύεις το θράσος.
Χαίρε, σοφών ματαίων η σύγχυσις· χαίρε, πιστών η άρρηκτος σύναψις.
Χαίρε, δι' ου ιεράρχαι κοσμούνται· χαίρε, δι' ου μωρολόγοι τροπούνται.

Χαίροις, πάτερ Νεκτάριε

Σκέπην σε και προστάτην, πας πιστός ονομάζει, τυχών της παρά σού βοηθείας· τις γαρ καλέσας σε ευλαβώς, και ουκ έτυχε της σης πάτερ χάριτος; άπασι γαρ τάχιστα, τας αιτήσεις δίδως εν τω κράζειν·

Αλληλούια

Των πολλών σου θαυμάτων, εις την σύμπασαν κτίσιν, εξήλθε θεοφόρε ο φθόγγος· συ γαρ τοις εγγύς και τοις μακράν, τάχος επιφαίνη βοηθών άγιε, και σώζεις κινδυνεύοντας, και προΐστασαι των βοώντων·

Χαίρε, ο μέγας εν θαυμασίοις· χαίρε, ο ένδοξος εν αγίοις.
Χαίρε, ο αρτίως κυρώσας τα πρόπαλαι· χαίρε των αρχαίων πατέρων ομόστεφε.
Χαίρε, θρίαμβος της πίστεως, έπαλξις των ευσεβών· χαίρε έκφανσις της χάριτος, έκπληξις των ασεβων.
Χαίρε, ότι εμφαίνεις αληθείας την δόξαν· χαίρε, ότι εμφράττεις ανομίας το στόμα.
Χαίρε, χαρά πιστών και κραταίωμα ·χαίρε, ψυχών κλονουμένων έδρασμα.
Χαίρε, δι' ου ο Χριστός εδοξάσθη· χαίρε, δι' ου ο Σατάν κατησχύνθη.

Χαίροις, πάτερ Νεκτάριε

Ύμνον ευχαριστίας, σοι προσάδομεν πάτερ, σωζόμενοι ταις σαις προστασίαις· εν πάση γαρ ανάγκη ημάς, επερχομένων απαλλάττεις θλίψεων· διό την σην αντίληψιν, κηρύττομεν Χριστώ βοώντες·

Αλληλούια

Φλέγεις την των δαιμόνων, φρυγανώδη μανίαν, πυρί των ιερών σου θαυμάτων, και ταχύ βοηθών τοις πιστοίς, χαλεπών νόσων σβεννύεις τον καύσωνα, ιώμενος τους πάσχοντας, βοώντας σοι εν κατανύξει·

Χαίρε, η ρώσις τών ασθενούντων χαίρε η λύσις τών δαιμονώντων.
Χαίρε, πυρεσσόντων τελεία απάλλαξις· χαίρε παρειμένων ταχεία ανόρθωσις.
Χαίρε, ότι εν τω φρέατι ύδωρ βρύεις δαψιλές· χαίρε, ότι επευλόγησας Αίγιναν ταις σαις ευχαίς.
Χαίρε, ο διανοίξας την Θεού ευσπλαχνίαν· χαίρε, ο διαλύσας την δεινήν ανομβρίαν.
Χαίρε, πηγή πηγάζουσα χάριτας ·χαίρε, λαμπάς φωτίζουσα άπαντας.
Χαίρε, Μονής της σεπτής σου κοσμήτορ· χαίρε, τών σών υμνητών αντιλήπτορ.

Χαίροις, πάτερ Νεκτάριε

Χάρις του Παρακλήτου, δαψιλώς εξεχύθη, τη θήκη των σεπτών σου λειψάνων όθεν ως αείρρυτος πηγή, αναβλύζει απαύστως τα ιάματα, και αρδεύει Νεκτάριε, θείοις νάμασι τους βοώντας·

Αλληλούια

Ψάλλων παναρμονίως, τον τρισάγιον ύμνον, Θεώ συν τοις χοροίς των αγγέλων, επίβλεψον άνωθεν ημίν, και δίδου πανάγιε τα αιτήματα, τοις πίστει σοι προστρέχουσι, και ου παύουσι του βοάν σοι·

Χαίρε, ο γόνος της Σηλυβρίας· χαίρε, το κλέος της Εκκλησίας.
Χαίρε, της Αιγίνης το μέγιστον καύχημα· χαίρε, της Ελλάδος απάσης ωράισμα.
Χαίρε, τύπος και υπόδειγμα των σεπτών ιεραρχών· χαίρε, σκέπη διάσωσμα ευλαβών μοναζουσών.
Χαίρε, της Εκκλησίας εωσφόρος ο νέος· χαίρε, της ευσέβειας θεοδώρητον σθένος.
Χαίρε, δι' ου παθών καθαρθήσομαι· χαίρε, δι' ου Θεώ προσαχθήσομαι.
Χαίρε, πιστών ο προστάτης εν πάσι· χαίρε κάμού πρεσβευτής προς Πλάστην.

Χαίροις, πάτερ Νεκτάριε

Ω θεσπέσιε πάτερ, ορθοδόξων λαμπρότης, Νεκτάριε Χριστού ιεράρχα· τω θρόνω του Κυρίου παρεστώς, αίτει ημίν των πταισμάτων άφεσιν, και την θείαν οικείωσιν, ως αν τω Σωτήρι βοώμεν·

Αλληλούια

 
 
Τους 24 Χαιρετιστήριους Οίκους του Αγίου Νεκταρίου, μας έστειλε ο κ. Ε.Ν.Ε., τον οποίο και ευχαριστούμε θερμά!
 
 
 
Αρχική σελίδα
 
Βίος Αγίου Νεκταρίου Πενταπόλεως
 
Μονή Αγίου Νεκταρίου στην Αίγινα
 
Θαύματα Αγίου Νεκταρίου Πενταπόλεως
 
Κείμενα Αγίου Νεκταρίου Πενταπόλεως
 
Βιβλία για τον Άγιο Νεκτάριο Πενταπόλεως
 
Φωτογραφίες
 
Σύνδεσμοι
 
Ευχαριστίες
 
Επικοινωνία
 
Σχεδιασμός και Δημιουργία: Άρκεσις   Φιλοξενία ιστοσελίδας: Ματιά (www.matia.gr)