Ακολουθία Αγίου Νεκταρίου

Άγιος Νεκτάριος Πενταπόλεως

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ
Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
ΝΕΚΤΑΡΙΟΥ
Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

ΨΑΛΛΟΜΕΝΗ ΤΗ Θ’ ΝΟΕΜΒΡΙΟΥ

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ’ κάι ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσι

Τῶν Ὁσίων τοῖς ἴχνεσιν, Ἱεράρχα Νεκτάριε, ἐν ἐσχάτοις ἔτεσιν ἠκολούθησας, τῇ καθαρᾷ πολιτείᾳ σου, καὶ τρόπων χρηστότητι, καὶ φρονήσει ἀληθεῖ, καὶ ἀγάπης ταῖς χαρίσι·διὰ τοῦτο σε, ὁ τῶν ὅλων Δεσπότης ἁγιάσας, τῶν Ἁγίων τῇ χορείᾳ περιφανῶς σε ἠρίθμησε.

Ὡς τὸ νέκταρ τῆς χάριτος, φερωνύμως δεξάμενος, ἱερὲ Νεκτάριε τῇ καρδίᾳ σου, τῇ τῶν σῶν λόγων γλυκύτητι, εὐφραίνεις ἐν Πνεύματι, τὰς ψυχὰς τῶν εὐσεβῶν, ὡς σοφὸς καὶ θεόπνευστος, καὶ θαυμάτων σου, ταῖς ἀκτῖσιν ἀεὶ καταπυρσεύεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, λαμπρυνομένην τῇ δόξῃ σου.

Εἰς ὀσμὴν τὴν οὐράνιον, τῶν τιμίων λειψάνων σου, δοξασθέντων χάριτι θείου Πνεύματος, μέτ’ εὐλαβείας προστρέχοντες, Νεκτάριε Ὅσιε, ἐξ αὐτῶν ἁγιασμόν, καὶ παθῶν ἀπολύτρωσιν κομιζόμεθα, καὶ ἰάσεις λαμβάνουσι ταχείας, οἱ νοσοῦντες ἀνιάτως, μεγαλοφώνως τιμῶντές σε.

Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ κανόσι τετείχικας, εἰς ψυχῶν Νεκτάριε περιποίησιν, σκέπε ἀπαύστως καὶ φύλαττε, Αἰγίνῃ τῇ νήσῳ δέ, δίδου Πάτερ δαψιλῶς, τὴν θερμήν σου ἀντίληψιν πρὸς τὸν Κύριον, ὑπὲρ ταύτης ἀεὶ καθικετεύων, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Διονυσίῳ τῷ μάκαρι.

Δόξα… Ἦχος α’

Δεῦτε ἅπαντες πιστοί, τὸν νεοφανῆ φωστῆρα τῆς Ἐκκλησίας, Νεκτάριον τιμήσωμεν· οὗτος γὰρ ἐν ταῖς καθ’ ἡμᾶς ἡμέραις, ἐν ὁσίοτητι καὶ ἀληθείᾳ, θεοπρεπῶς πολιτευσάμενος, τῶν πάλαι Ἁγίων, τὰς ἀρετὰς ἀνεμάξατο, καὶ σκεῦος ἐκλογῆς, κατὰ Παῦλον γενόμενος, ἐπαξίως δεδόξασται, τῇ ἁγιαστικῇ τοῦ Πνεύματος χάριτι, παρέχων ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα, ὡς Ἱεράρχης ἐνθεώτατος.

Καὶ νῦν… Θεοτοκίον

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Ἀπόστιχα

Ἦχος β’
Οἶκος τοῦ Ἐφραθᾶ

Νέκταρ τὸ νοητόν, τῆς χάριτος τῷ λόγῳ, Νεκτάριε πηγάζεις, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ὡς καθαρθεὶς τῷ πνεύματι.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Μέγας ὡς ἀληθῶς, θεράπων τοῦ Κυρίου ἐν τοῖς ἐσχάτοις χρόνοις, Νεκτάριε ἐδείχθης, καὶ τοὺς Πιστοὺς ἐστήριξας.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Χαίρει πνευματικῶς, Χριστοῦ ἡ Ἐκκλησία, ὁρῶσά σου τὴν χάριν, ἣν οὐρανόθεν εὗρες, Νεκτάριε Πατὴρ ἡμῶν.

Δόξα… Τριαδικὸν

Σοὶ πρεπει Παντουργέ, Τρισήλιε Θεότης, ἡ αἴνεσις καὶ δόξα, ὅτι τὸν Ἱεράρχην, τὸν θεῖόν σου ἐδόξασας.

Καὶ νῦν… Θεοτοκίον

Λόγοις ἐν ἱεροῖς, κηρύττει σου τὴν δόξαν Παρθένε Θεοτόκε, Νεκτάριος ὁ θεῖος, ὁ δοξασθεὶς τῷ Πνεύματι.

Ἀπολυτίκιον Ἦχος α’
Τῆς ἐρήμου πολίτης

Σηλυβρίας τον γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.

Ἕτερον Ἦχος δ’
Ταχὺ προκατάλαβε

Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι’ ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν του Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τους πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.

Καὶ νῦν… Θεοτοκίον

Το ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τον Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α’
Ὢ τοῦ παραδόξου θαύματος

Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἐσχάτοις καιροῖς, ὥσπερ λύχνος πάμφωτος, Νεκτάριος ὁ σοφός, τῷ κόσμῳ ἔλαμψε, καὶ ηὔγασε τοῖς πιστοῖς, Εὐαγγελίου τὸ φῶς τὸ ὑπέρλαμπρον, ἐν λόγῳ θεοπρεπεῖ, καὶ πολιτείᾳ ἀμέμπτῳ καὶ κρείττονι. Ὅθεν τῇ τοῦ Παρακλήτου, δωρεᾷ δεδόξασται, καὶ παρέχει ἀπαύστως, τοῖς αἰτοῦσι τὰ ἰάματα.

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! Σὺ γὰρ ὡς ὑπέσχου, θαυμαστῶς ἐδόξασας, Νεκτάριον τὸν σοφόν, ὡς φίλον γνήσιον, θαυμάτων τῇ δωρεᾷ, τον σὲ δοξάσαντα βίου λαμπρότητι, δεικνύων πᾶσι σαφῶς, τῆς πρὸς σὲ Σῶτερ ἀγάπης τὴν δύναμιν. Ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, τῶν πταισμάτων ἄφεσιν, καὶ εἰρήνην τελείαν, ἡμῖν δίδου Ὑπεράγαθε.

Σήμερον λαμπρῶς εὐφραίνονται, τῇ καινῇ σου μνήμῃ, τῶν πιστῶν οἱ σύλλογοι, Νεκτάριε ἱερέ, ὑμνολογοῦντες σε, χορεύει δὲ μυστικῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία τῇ δόξῃ σου, ἑδραίωμα ἀρραγές, ἐν ταῖς ἐσχάταις ἡμέραις εὑροῦσά σε· ἐξαιρέτως δὲ ἡ νῆσος, τῆς Αἰγίνης γάννυται, ὥσπερ ὄλβον πλουτοῦσα, τὰ μυρίπνοά σου λείψανα.

Προσόμοια ἕτερα

Ἦχος β’
Ποίοις εὐφημιῶν

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν ἀρτιφανῶς ἀναλάμψαντα, καὶ τὴν Ἐκκλησίαν φαιδρύναντα, ταῖς τῆς εὐσεβείας λαμπηδόσι τὸ νέον, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα, τῶν πάλαι, Ἀρχιερέων τὸν ὁμόζηλον τῇ γὰρ αὐτῶν πολιτείᾳ, νουνεχῶς στοιχήσας, ἐδοξάσθη παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος, δι’ αὐτοῦ τὸ μέγα ἔλεος.

Ποίοις μελωδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τοῦ Θεοῦ τὸν θεῖον θεράποντα, καὶ τῶν ἀρετῶν τὸ κειμήλιον, τῆς θεολογίας τὴν κιθάραν, τὸν ἄρτι τῇ Ἐκκλησίᾳ ἀναβλύσαντα, τὸ νέκταρ, τῆς εὐσεβείας τὸ οὐράνιον, λόγῳ τῆς χάριτος θείῳ, ἐκ σοφῶν χειλέων, καὶ θαυμάτων τὴν δωρεάν, θεόθεν δεξάμενον, τὸν θεόληπτον Νεκτάριον.

Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμέν σε Ἱεράρχα; τον ἐν μέσῳ κόσμου βιώσαντα, βίον ἀληθῶς ἐνθεώτατον, πράξεσιν ὁσίαις καὶ ἀμέμπτοις, ἐντεῦθεν, Μονήν ἁγίαν Θεῷ ἵδρυσας, ὡς ἄλλον, ψυχῶν λιμένα ἀκλυδώνιστον, ἐν τῇ Αἰγίνῃ τῇ νήσῳ, ἣν ἀπαύστως σκέπε, σὺν τῷ ταύτης καθηγητῇ, Νεκτάριε Ὅσιε, Διονυσίῳ τῷ θεόφρονι.

Δόξα… Ἦχος πλ. β’

Σήμερον φαιδρῶς ἐξέλαμψεν, ὡς ἀστὴρ νεοφανής, ἡ νέα πανήγυρις τοῦ Ἱεράρχου Νεκταρίου, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἐν φωνῇ ἀγαλλιάσεως, τούτῳ ἐκβοήσωμεν χαίροις ὁ τῶν πάλαι Ὁσίων, χαρακτηρίσας τὴν ζωήν, ἐν ἡμέραις πονηραῖς, ἐν αἷς ἡ τῶν πολλῶν ἀγάπη ἐψύγη, ὡς ἔφη ὁ Σωτήρ, χαίροις ὁ τῇ παιδείᾳ τὴν ἀρετὴν συνάψας, καὶ τῷ λόγῳ τῆς σοφίας σου, τῶν πιστῶν τὰς ψυχὰς φαιδρύνας, χαίροις Ἀρχιερέων καλλονή, τῆς Αἰγίνης προστάτης, καὶ τῆς οἰκείας Μονῆς, ἀντιλήπτωρ θερμότατος. Διὸ παμμάκαρ Νεκτάριε, τῷ τῆς θείας μεγαλωσύνης θρόνῳ παριστάμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν… Ὁ αὐτὸς

Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε, τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας·Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α’

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ὀρθόδοξος Ἐκκλησία, ἀγάλλου καὶ χόρευε, ἡ νύμφη ἡ ἐκλεκτή, τοῦ οὐρανίου Βασιλέως. Ἰδοὺ γὰρ ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ, ὁ ἀληθὴς τοῦ Χριστοῦ Ἱεράρχης, Νεκτάριος ὁ Ὅσιος, τὰ πάλαι σοι θεόθεν δεδογμένα, ἔτι ἅπαξ σφραγίζει, καὶ διαπρυσίως κηρύττει, τῇ δόξῃ ᾗ ἐδοξάσθη, παρὰ τοῦ μόνου Θεοῦ. Ὅθεν στῦλον καὶ ἑδραίωμα, τοῦτον κεκτημένη, καὶ τῶν θαυμάτων αὐτοῦ τὴν χάριν ὁρῶσα, τῷ νυμφίῳ σου βόησον, Κύριε δόξα σοι.

Ἦχος β’

Τὶς μὴ σκιρτήσει; τὶς μὴ χορεύσει τῷ πνεύματι, ἐπὶ τῇ νέᾳ πανηγύρει, τοῦ Ἱεράρχου Νεκταρίου; πᾶσα γὰρ ψυχὴ ἀγάλλεται, ὁρῶσα τοῦτον δεδοξασμένον, καὶ τῶν Ἁγίων ἰσοστάσιον, καὶ ἐν θαύμασι περιφανῆ ὅθεν τῆς ζωῆς αὐτοῦ τὴν λαμπρότητα, καὶ τῶν προτερημάτων τὴν ὁσιότητα, μακαρίζοντες βοήσωμεν Ἰησοῦς Χριστός χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

Ἦχος γ’

Δαβιτικὴν ἀναλαβόντες ῥῆσιν, τῷ Ἱερομύστῃ Νεκταρίῳ, προσφόρως βοήσωμεν λέγοντες Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, παμμακάριστε Πάτερ· σὺ γὰρ σωφρόνως καὶ ἀμέμπτως πολιτευσάμενος, οὐρανόφρων ἐν βίῳ ὤφθης, καὶ Ἱεράρχης ὅσιος καὶ ἄκακος, καὶ ἱεροπρεπῶς τὰ πρὸς Θεὸν τελέσας, σοφῶς διηκόνησας, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καὶ ἐν θαύμασιν ἀξίως δοξασθείς, τοὺς ἐν ἀνάγκαις προφθάνεις, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα.

Ἦχος δ’

Τῷ λόγῳ τῆς χάριτος διαπρέψας, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐργάτης δόκιμος ὤφθης, Πάτερ Νεκτάριε, καὶ στόμα θεῖον προφητικῶς, καὶ τῆς κοσμικῆς ἀποστὰς συγχύσεως, δι’ ἡσυχίας Θεῷ ἡνώθης, ἐν τῇ νήσῳ Αἰγίνῃ γενόμενος ἐν ᾗ ψυχῶν ἐγείρας φροντιστήριον, καὶ τύπος ἀρετῶν ταῖς μοναζούσαις γεγονώς, καὶ πατὴρ καὶ διδάσκαλος, τὸν ὁσίοις πρέποντα ὕπνον κεκοίμησαι, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς

Ὡς ἱερὸς ὁ βίος σου, καὶ τῷ Θεῷ εὐάρεστος, θεοφόρε Νεκτάριε, ὡς ξένα σου τὰ θαύματα, ἃ καθ’ ἑκάστην τελεῖς, τῇ δεδομένῃ σοι χάριτι! Τὶς οὖν μὴ θαυμάσει σε, τὸν ὄντως ἀξιάγαστον; ἢ τὶς μὴ δοξάσει σε, τὸν παρὰ Θεοῦ δοξασθέντα; πηγὴ γὰρ ἰαμάτων ὤφθησαν, τὰ θεῖά σου λείψανα· χαλεπὰς γὰρ ἀσθενείας ἰῶνται, καὶ πνεύματα διώκουσιν ἀκάθαρτα, καὶ πᾶς πιστῶς προστρέχων, ψυχῶν σωτηρίαν λαμβάνει καὶ σωμάτων θεραπείαν, Χριστὸν δοξάζων, τὸν θαυμαστῶς σε δοξάσαντα.

Δόξα… Ἦχος πλ. α’

Δεῦτε τῶν πιστῶν αἱ πατριαί, δεῦτε ἐν Αἰγίνῃ συνδράμωμεν, ξενοπρεπῆ θαυμάσια, ἃ ἡ δεξιὰ τοῦ Ὑψίστου, ἀρτίως ἐργάσατο· τὸν γὰρ θεόφρονα Νεκτάριον, ὡς εὐαγγελικῶς ἐμπρέψαντα, ἀθανάτοις χάρισι δοξάζει, ὡς ἀψευδῶς ἐπηγγείλατο. Ὅθεν καὶ τὰ σεπτὰ αὐτοῦ ὀστέα, πλήρη εὐωδίας ἀνέδειξε καὶ πηγῆν ἰάσεων, τοῖς εὐλαβῶς προσιοῦσιν, ἐξ ὧν ὀσμῆς ζωῆς ἐμφορούμενοι, δαβιτικῶς βοήσωμεν. Μέγας εἶ Κύριε, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔσται πέρας, δι’ ἧς φιλάνθρωπε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατά χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια

Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν

Χαίροις ὁ ἐν ἐσχάτοις καιροῖς, ἐξανατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ αἴγλῃ τῶν σῶν θαυμάτων, φωταγωγῶν νοητῶς, τους ἐσκοτισμένους ἐν τοῖς πάθεσιν· ὁ νοῦς ὁ θεόληπτος, ὁ φωτὸς θείου ἔμπλεως, ὁ ἐν τῷ νόμῳ, μελετήσας ὡς γέγραπται, τοῦ Θεοῦ ἡμῶν, ἐν συνέσει Νεκτάριε λύχνος ὁ παμφαέστατος, ὁ ἤδη τῷ βίῳ σου, τῆς εὐσεβείας τὸ φέγγος, αὐγάζων Πάτερ τοῖς πέρασι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Βίον πνευματικὸν διελθών, ἐν οὐρανίῳ Ἱεράρχα φρονήματι, τοῦ Πνεύματος τοῦ Ἁγίου, δοχεῖον ὤφθης σεπτόν, ταπεινοφροσύνῃ σεμνυνόμενος, καὶ τρόποις χρηστότητος, καὶ ἀπλάστοις σου ἤθεσι, τὴν τῆς ψυχῆς σου, ὑποφαίνων λαμπρότητα, δι’ ἧς γέγονεν, ἐν ἁγίοις ὁ κλῆρός σου. Ὅθεν τὴν τῶν λειψάνων σου σορὸν τὴν μυρίπνοον, περικυκλοῦντες βοῶμεν, ἐν κατανύξει Νεκτάριε ἡμῖν σωτηρίαν, καὶ ψυχῶν τε καὶ σωμάτων, δίδου ἑκάστοτε.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, δεδοξασμένον σε ὁρῶσα Νεκτάριε, ἐν δόξῃ τῇ οὐρανίῳ, καὶ μεγαλύνει Χριστόν, τὸν θαυματουργὸν σε ἀναδείξαντα ἡ νῆσος Αἰγίνης δέ, ἐξαιρέτως φαιδρύνεται, ὡς κεκτημένη τὴν σορὸν τῶν λειψάνων σου, ὡς ἀκένωτον, θησαυρὸν ἁγιάσματος. Πλέον δὲ τούτων γάννυται, Μονή σου ἡ ἔνθεος, πρὸς σὲ ἀεὶ ἀφορῶσα, καὶ ἐκβοῶσα σὺν δάκρυσι·Σὺ δόξα μου πέλεις, καὶ ἀντίληψις καὶ σκέπη, Πάτερ καὶ ἔφορος.

Δόξα… Ἦχος πλ. δ’

Ἔχει μὲν ἡ οὐράνιος Ἱερουσαλήμ, τὴν ἡγιασμένην ψυχήν σου, σὺν τοῖς τῶν Ἁγίων πνεύμασιν, ἀοίδιμε Νεκτάριε. Ἔχει δὲ καὶ ἡ νῆσος Αἰγίνης, τὰ χαριτόβρυτά σου λείψανα, πλοῦτον θεόσδοτον, καὶ ἰατρεῖον ἄμισθον, παντοίων ἀρρωστημάτων, καὶ πάσης θλίψεως ἐν αὐτοῖς γὰρ προστρέχοντες, πανταχόθεν οἱ πάσχοντες, τάς ἰάσεις κομίζονται, καὶ τα πρὸς σωτηρίαν αἰτήματα, καὶ εὐχαρίστῳ φωνῇ δοξάζουσι, τον σὲ δοξάσαντα Κύριον· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει, σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον Ἦχος α’
Τῆς ἐρήμου πολίτης

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἕτερον Ἦχος δ’
Ταχὺ προκατάλαβε

Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι’ ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν του Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος δι’ οὗ ἀναστήσας τον Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα

Ἦχος α’
Τὸν ταφον σου Σωτὴρ

Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀνέτειλας ἡμῖν, τῇ ὁσίᾳ ζωῇ σου, Νεκτάριε Ὅσιε, καὶ πρὸς δόξαν καὶ αἴνεσιν, πάντας ἤγειρας, Χριστοῦ τοῦ πάντων Δεσπότου, τοῦ σὲ δείξαντος, δεδοξασμένον σε Πάτερ, θαυμάτων δυνάμεσι.

Δόξα… Ὅμοιον

Ἰάσεις δαψιλεῖς, καθ’ ἑκάστην ἡμέραν, πηγάζει θαυμαστῶς, θεϊκῇ χορηγίᾳ, ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τῇ τοῦ Πνεύματος, μυρεψικῇ εὐωδίᾳ, τοὺς προστρέχοντας, μέτ’ εὐλαβείας καὶ πόθου, τῇ σῇ Μονῇ Ἅγιε.

Καὶ νῦν… Θεοτοκίον

Αἱμάτων ἐξ ἀγνῶν, τὸν Δεσπότην τῶν ὅλων, τεκοῦσα καὶ ὃ ἦν, μὴ τραπέντα μηδόλως, παρθένος διέμεινας, μετὰ τόκον καὶ ἄφραστον· ὅθεν ἅπαντες, τὰ μεγαλεῖά σου Κόρη, μεγαλύνομεν, καὶ τῇ θερμῇ σου πρεσβείᾳ, σωθῆναι ἐλπίζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα

Ἦχος γ’
Τὴν ὡραιότητα

Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν εὐθύτητα, Πάτερ τῶν τρόπων σου, ὡς προσφορὰν πνευματικήν, δεξάμενος ὁ Δεσπότης, ἰαμάτων κρήνην σε, ἐν Αἰγίνῃ ἀνέδειξε, τοῖς πιστῶς προστρέχουσι, τοῖς ἁγίοις λειψάνοις σου, τοῖς νέμουσιν ὀσμὴν οὐρανίαν, πᾶσι καὶ θείαν εὐωδίαν.

Δόξα… Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ

Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσα σοι σοφέ, θαυμάτων χάρις ἐκ Θεοῦ, ἡ ἐν τοῖς θείοις λειψάνοις σου ἐνεργουμένη. Ὅθεν τῇ Μονῇ, τῇ σῇ συρρέουσι, πλήθη εὐσεβῶν ἐκ πάσης τάξεως, καὶ οἱ νοσοῦντες ὑγείαν λαμβάνουσι, τῇ ἀντιλήψει σου Ἅγιε, ἐν εὐφροσύνῃ, Χριστὸν ὑμνοῦντες, τὸν ἁγιάσαντά σε Ὅσιε.

Καὶ νῦν… Θεοτοκίον

Ὁ τῶν ὅλων συνοχεύς, καὶ τῶν αἰώνων Ποιητής, συνεσχέθη ὑπὲρ νοῦν, ὅλος τῇ θείᾳ σου γαστρί, μὴ ἀποστὰς τῆς Πατρικῆς μονῆς Ἄχραντε, διπλοῦς δὲ ἐκ τῆς σῆς, μήτρας προέδραμεν, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς τέλειος, καὶ τοῦ Ἀδὰμ τὴν φύσιν ἐθέωσε, καὶ πάντα κόσμον διέσωσεν. Αὐτὸν δυσώπει, Θεογεννῆτορ, σωθῆναι τὰς ψυχάς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον

Κάθισμα

Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον

Ὀρθοδόξων δογμάτων ἑρμηνευτής, διδαχῶν θεοφθόγγων ὑφηγητής, δεικνύμενος Ὅσιε, Ἱεράρχης ὡς ἔνθεος, τῶν εὐσεβῶν ῥυθμίζεις, ἐνθέως τὸ φρόνημα, πρὸς θεϊκὴν ἀγάπην, καὶ τρίβον σωτήριον. Ὅθεν ἐν Αἰγίνῃ, θεοφρόνως ἐγείρεις, Μονὴν σεπτὴν Ὅσιε, εἰς ψυχῶν περιποίησιν, Θεοφόρε Νεκτάριε ἐν ᾗ Μοναζουσῶν ἡ πληθύς, τὰ σεπτά σου προσκυνοῦσα λείψανα, εὐλαβῶς ἑορτάζει, τὴν ἁγίαν μνήμην σου.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Μανναδόχον σε στάμνον καὶ λογικήν, φωτοφόρον λυχνίαν καὶ θεαυγῆ, ὁ Θεῖος Νεκτάριος, ἐπιστάμενος Ἄχραντε, ταῖς σαῖς φωταγωγίαις, ψυχὴν καὶ διάνοιαν, ὡς ἀρετῆς ἐργάτης, ἀξίως πεφώτισται· ὅθεν σε παρθένον, ἐν ταὐτῷ καὶ Μητέρα, Χριστοῦ πανακήρατον, ὀρθοδόξως ἐκήρυξε, Θεοτόκε Πανύμνητε. Καὶ νῦν τῆς τοῦ Υἱοῦ σου Ἁγνή, ἀπολαύων ὑπὲρ νοῦν ἐλλάμψεως, σὺν Ἀγγέλοις δοξάζει, τὴν ἄρρητον δόξαν σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

Ἀντίφωνον Α’

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κδ’. 42-47)

Εἶπεν ὁ Κύριος, γρηγορεῖτε…

Ὁ Ν’ Ψαλμὸς

Δόξα…

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὰ ὀνόμημά μου.

Ἰδιόμελον Ἦχος πλ. β’

Σήμερον ὁ Θεοφόρος Νεκτάριος, τὸ νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς ἀρετῆς περάνας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο, καὶ ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ ξύλου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς ἐλλάμψεις δεχόμενος ἡμῖν δὲ ἐξαιτεῖται, κινδύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν, καὶ μέγα ἔλεος.

Εἶτα οἱ Κανόνες. Τῆς Θεοτόκου εἰς ς’ καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η’.

Κανὼν τῆς Θεοτόκου φέρων τὴν δὲ ἀκροστιχίδα.

Χαρᾶς νοητῆς ἀξίωσόν με Κόρη. Γερασίμου.

ᾨδὴ α’ Ἦχος α’
Ὁ Εἱρμὸς

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται. (Δίς)

Χαρίτων τὴν ἄβυσσον σαρκὶ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν, χάριν μοι δώρησαι, τοῖς χείλεσί μου Ἁγνή, ὅπως ὑμνήσω εὐσεβῶς, τὰ μεγαλεῖα σου.

Ἀνήροτος ἄρουρα, Παρθένε ὤφθης, ἀσπόρως βλαστήσασα, ζωῆς τὸν πρύτανιν, τὸν ἐκ τῆς πάλαι φθορᾶς, ζωοποιήσαντα ἡμᾶς, ὅτι δεδόξασται.

Ῥημάτων αἰνίγματα, προφητοφθόγγων, ἐν σοὶ πέρας ἐλαβον, Παρθένε Ἄχραντε σὺ γὰρ τεκοῦσα Χριστόν, τύπους τοῦ Νόμου καὶ σκιάς, σαφῶς ἐπλήρωσας.

Ἀνθήσασαν ῥάβδον σε, ὁ Ἡσαΐας, Παρθένε προέγραψεν, ἐν θείῳ Πνεύματι·σὺ γὰρ Χριστὸν τὸν Θεόν, οἷά περ ἄνθος μυστικόν, ἀφράστως ἤνθησας.

Κανὼν τοῦ Ἁγίου οὐ ἡ ἀκροστιχίς.

Νεκταρίῳ αἴνεσις τῷ θεηγόρῳ. Γερασίμου.

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

Νοός μου τὴν ζόφωσιν, τῶν πρεσβειῶν σου, φωτὶ διασκέδασον, καὶ λόγον δίδου μοι, ὡς ἂν ὑμνήσω φαιδρῶς, Νεκτάριε θαυματουργέ, τὴν θείαν μνήμην σου.

Ἐσχάτοις ἐν ἔτεσιν, ἐξανατείλας, ὡς ἥλιος ἄδυτος, φωτὶ τῶν ἔργων σου, Εὐαγγελίου τὸ φῶς, ἐκφαίνεις Πάτερ θαυμαστῶς, πᾶσι τοῖς πέρασι.

Κατ᾽ ἴχνος Νεκτάριε, ἀκολουθήσας, ζωῆς καθαρότητι, τοῖς πάλαι Ὅσιε, Ἀρχιερεῦσι Χριστοῦ, ἴσος εὐκλείας τῆς αὐτῶν, ὤφθης καὶ μέτοχος.

Θεοτοκίον

Τὴν φύσιν τὴν ἄστεκτον, ἐν τῇ γαστρί σου, ἀφλέκτως βαστάσασα, σαρκὶ γεγέννηκας, δίχα τροπῆς καὶ φυρμοῦ, Χριστὸν τὸν πάντων Ποιητήν, Παρθένε Ἄχραντε.

Κανὼν δεύτερος οὗ ἡ ἀκροστιχίς.

Νέκταρ ζωῆς ἡμῖν Πάτερ δίδως. Γερασίμου.

Ἦχος δ’ Ἀνοίξω τὸ στόμα μου

Ναμάτων τοῦ Πνεύματος, ἐμφορηθεὶς βίῳ κρείττονι, τὸ νέκταρ τῆς χάριτος, ἤδη ἀνέβλυσας, καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, Νεκτάριε Ὅσιε, τοῖς σοῖς χαρίσμασι.

Ἑόρτιον αἴνεσιν, ἀγαλλομένη προσᾴδει σοι, καὶ νέαν πανήγυριν, κροτεῖ σοι Ἅγιε, ἡ Ὀρθόδοξος, Ἁγία Ἐκκλησία, τῇ σῇ ἁγιότητι, ἐχθροὺς αἰσχύνουσα.

Κοσμήσας τὸν βίον σου, ἀπο νεότητος Ὅσιε, ἠθῶν τῇ σεμνότητι, τῆς ἀρετῆς ἐραστής, ὤφθης γνήσιος, καὶ τῆς σοφίας μύστης, ἐνθέῳ φρονήματι, Πάτερ Νεκτάριε.

Θεοτοκίον

Τὴν πάντων Βασίλισσαν, καὶ ἀειπάρθενον Δέσποιναν, ὑμνῶν θείοις λόγοις σου, ἐκ ταύτης ἔλαβες, σθένος ἄμαχον, καὶ πειρασμῶν ἐφόδους, ἐν βίῳ ὑπέμεινας, ἀνδρείως Ἅγιε.

Καταβασία

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστε ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ δράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε. (Δίς)

Σκηνὴ τοῦ Λόγου ἡ ἀμόλυντος, τὸ τῆς θείας δόξης ἁγίασμα, ὁ οὐρανὸς ὁ λογικός, ἐξ οὗ κόσμῳ ἀνέτειλεν ὁ ζωῆς ἄδυτος ἥλιος, Θεοτόκος ὑμνείσθω μοι.

Νόμους τῆς φύσεως διέλαθες, καὶ τὸν νομοδότην καὶ Κύριον, δίχα φθορᾶς τε καὶ φυρμοῦ, Θεοτόκε ἐκύησας, ζωῆς νέας ἐγκαινίζοντα, τους νόμους ἐν Πνεύματι.

Ὄρος ἐδείχθης ἀλατόμητον, καὶ δασὺ καὶ πῖον ἐν Πνεύματι, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ ἁπτόμενος Δέσποινα, τῶν ὀρέων καὶ καπνίζονται, ὡς φησὶ Δαβὶδ ὁ Δίκαιος.

Ἡ κιβωτὸς τοῦ ἁγιάσματος, τὸ θεοπρεπὲς ἱλαστήριον, τῆς εὐδοκίας τοῦ Θεοῦ, ὁ εὐώδης παράδεισος, ἀνυμνείσθω θείοις ᾄσμασιν, ἡ Παρθένος καὶ Δέσποινα.

Τοῦ Ἁγίου

Ὁ αὐτὸς

Ἀγάπῃ θείᾳ ἐκ νεότητος, Πάτερ, ἱερῶς στοιχειούμενος, ἀκολουθῆσαι τῷ Χριστῷ ᾑρετίσω Νεκτάριε, καὶ ἐκ πάσης ματαιότητος, ἐμφρόνως ἐμάκρυνας.

Ῥήσεσι Πάτερ τῶν χειλέων σου, στάζεις γλυκασμὸν τὸν οὐράνιον, ἐν ταῖς καρδίαις τῶν πιστῶς, δεχομένων τὸν λόγον σου, καὶ παιδεύεις πρὸς τὰ κρείττονα, πιστῶν τὴν διάνοιαν.

Ἱεραρχῶν νέον ἀγλάϊσμα, ὤφθης Ἱεράρχα Νεκτάριε, ἁγιωσύνην ἀληθῆ, ἐνδυσάμενος Ὅσιε, πολιτείας καθαρότητι διὸ εὐφημοῦμέν σε.

Θεοτοκίον

Ὡραϊσμένη ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας λαμπρότησι, τίκτεις Θεὸν ὑπερφυῶς, μετὰ σώματος Ἄχραντε, καὶ τῆς Εὔας τὸ κατάκριμα, ἐν τῷ τόκῳ σου ἔλυσας.

Δεύτερος

Τοὺς σοὺς ὑμνολόγους

Ἁγίων σοφῶς ἰχνηλατήσας, τους τρόπους καὶ πράξεις τὰς ἁγνάς, τὸν νοῦν σου καθηγίασας, ἐν πάσῃ ὁσιότητι, Νεκτάριε μακάριε, καὶ τὴν καρδίαν ἐκάθῃρας.

Ραντίσματι ὕδατος τοῦ θείου, τὴν βλάβην τῶν δένδρων καὶ φυτῶν, ἀπήλασας Νεκτάριε, καὶ πλοῦτος θείας χάριτος, τοῖς Αἰγινήταις πέφηνας, θαυμαστωθεὶς θείῳ Πνεύματι.

Ζωὴν τὴν ἡσύχιον ποθήσας, Μονὴν ᾠκοδόμησας σεπτήν, ἐν τῇ Αἰγίνῃ Ὅσιε, καὶ τύπος θείων πράξεων, ἐν ταύτῃ ἐχρημάτισας, ταῖς μοναζούσαις Νεκτάριε.

Θεοτοκίον

Ὡς Μήτηρ Θεοῦ τοῦ φιλανθρώπου, σπλαγχνίσθητι Κόρη ἐπ’ ἐμοί, καὶ ἴασαι τὸν καύσωνα, τὸν τῆς ψυχῆς μου δέομαι, τῇ δρόσῳ τῆς σῆς χάριτος, ἵνα σωθεὶς μεγαλύνω σε.

Καταβασία

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον

Ἀρετῆς διανύσας τὸν δρόμον Ὅσιε, θεοπρεπῶς μετετέθης πρὸς τὴν ἀγήρω ζωήν, καὶ ἁγίων κοινωνὸς ὤφθης Νεκτάριε, μεθ’ ὧν πρέσβευε ἀεί, τῷ Παντάνακτι Χριστῷ, δοθῆναι πταισμάτων λύσιν, καὶ ψυχικὴν σωτηρίαν, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Τὴν ὑπέρτιμον στάμνον καὶ θεοχώρητον, τὴν ἀειπαρθένον Κόρην καὶ Θεοτόκον Ἁγνήν, ἀνυμνήσωμεν πιστοὶ καὶ μεγαλύνωμεν, ὅτι ἐρρύσατο ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τεκοῦσα ἀπειρογάμως, τὸν Ὑπερούσιον Λόγον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, την τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. (Δίς)

Τὴν ἄχραντόν σου μήτραν ὡς θρόνον νοητόν, ὁ Χριστὸς ἀνέδειξεν ὁ Λόγος τοῦ Θεοῦ, ὁ ἐν τοῖς κόλποις του Πατρὸς ἀεὶ ὑπάρχων, καὶ ἐν γαστρί σου ὅλος ὅλῳ ἑνωθείς μοι ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

Ἡ πύλη ἣν προεῖδεν ὁ Ἰεζεκιήλ, λαμπομένην Ἄχραντε αὐγαῖς παρθενικαῖς, δι’ ἧς διῆλθεν ὁ πάντα κτίσας Λόγος καὶ κεκλεισμένην σε λιπὼν μετὰ τὸν τόκον, σὺ εἶ Θεοτόκε Πανάχραντε.

Σιὼν Θεοῦ ὡράθης καὶ κῆπος εὐθαλής, καὶ κλίνη πορφυρόστρωτος καὶ κλῖμαξ ὑψηλή σὺ γὰρ ἐν νόμῳ τυπικῶς προκηρυχθεῖσα, τὴν τῶν συμβόλων διετράνωσας εἰκόνα, τὸν Δημιουργὸν σωματώσασα.

Ἀφλέκτως συλλαβοῦσα τὸ φῶς τὸ Πατρικόν, τον ἐν πυρὶ λαλήσαντα καὶ γνόφῳ ἐν Σινᾷ, ἐν ταῖς ἀγκάλαις σου βαστάζεις ὥσπερ βρέφος, ἀκαταφλέκτως ὡς ἡ βάτος Θεοτόκε, τὸν Δημιουργὸν πάσης Κτίσεως.

Τοῦ Ἁγίου

Ὁ αὐτὸς

Ἁγίως σου τὸν βίον ἀνύσας ἐπὶ γῆς, Ἁγίων πάντων σύσκηνος ὤφθης ἐν οὐρανοῖς, τῶν δὲ λειψάνων σου ἡ θήκη ἀναβλύζει, ἁγιασμὸν καὶ σωτηρίαν τοῖς τελοῦσι, νόσοις Ἱεράρχα καὶ θλίψεσι.

Ἱερεύσας ὁσίως σοφὲ καὶ καθαρῶς, ὡς ἱερεὺς εὐπρόσδεκτος Χριστῷ τῷ παντουργῷ, καὶ ὡς θυσίαν καθαρὰν αὐτῷ προσῆξας, τὴν ἀκηλίδωτον ζωήν σου Ἱεράρχα· ὅθεν κατ’ ἀξίαν δεδόξασαι.

Νοσήματα ποικίλα καὶ πάθη χαλεπά, ἡ παναγία κάρα σου ἰᾶται θαυμαστῶς ἡ γὰρ ἐν ταύτῃ ἐνοικοῦσα θεία χαρις, ποικιλοτρόπως ἐνεργεῖ τοῖς προσιοῦσι, κατ’ ἀναλογίαν τῆς Πίστεως.

Θεοτοκίον

Ἐτέχθη ἐκ γαστρός σου μορφῇ τῇ καθ’ ἡμᾶς, ὁ ἄϋλος ὢν πρότερον μείνας ὃ ἦν Θεός, καὶ ἀναπλάσας τὸν Ἀδὰμ ἐκ τῆς κατάρας, τέκνα Θεοῦ ἀναδεικνύει τους ἐν πίστει, σὲ ὡς Θεοτόκον δοξάζοντας.

Δεύτερος

Ὁ καθήμενος ἐν δόξῃ

Ἡ σορὸς τῶν σῶν λειψάνων, τὴν ὀσμὴν τὴν τοῦ Πνεύματος, καὶ τὴν εὐωδίαν Πάτερ τῆς ζωῆς τὴν οὐράνιον, ἀρωματίζει Νεκτάριε μακάριε, κατευφραίνουσα, τοὺς πρὸς αὐτὴν καταφεύγοντας.

Σώματός σου τὰς ὀρέξεις, κατεμάρανας Ὅσιε, προσευχῇ συντόνῳ, καὶ τῇ ἐγκρατείᾳ Νεκτάριε, τῆς δὲ ψυχῆς τὰς δυνάμεις ἀνεπτέρωσας, θείῳ ἔρωτι, πρὸς τὰς ἐλλάμψεις τοῦ Πνεύματος.

Ἠκολούθησας ἀμέμπτως, τοῖς χρηστοῖς Πάτερ τρόποις σου, τῷ Διονυσίῳ, τῷ Αἰγίνης θείῳ ποιμάντορι, μεθ’ οὗ τῆς ἄνω μετέχων δόξης Ἅγιε, ταύτην σῴζεσθαι, ἀεὶ τὴν νῆσον ἱκέτευε.

Θεοτοκίον

Μετὰ σώματος τεκοῦσα, τὸν ἀσώματον Κύριον, Κεχαριτωμένη, ὤφθης ἀσωμάτων Δυνάμεων, ἁγιωτέρα Ἁγνὴ καὶ ὑπερέχουσα ὅθεν ἅπαντες, ὑμνολογοῦμεν τὴν δόξαν σου.

Καταβασία

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου Κύριε.

Ωδὴ ε’ Ὁ Εἱρμὸς

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱε τοῦ Θεοῦ ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. (Δίς)

Ξενίζεις τῇ γεννήσει σου, Ἀγγέλων χορούς, καὶ σῴζεις τῷ σῷ τόκῳ, βροτῶν τὰ συστήματα σὺ γὰρ Χριστὸν ἀφθόρως ἔτεκες, τὸν τὰ διεστῶτα, συνάψαντα Παρθένε.

Ἰάτρευσον Πανάμωμε, ψυχὴν τὴν ἐμήν, δεινῶς φαρμαχθεῖσαν, κακίστῃ ἁμαρτίᾳ, καὶ πρὸς τὸ φῶς με καθοδήγησον, ἐναρέτου βίου, τῇ χάριτί σου Κόρη.

Ὡς ἄνθος σε πανεύοσμον, ὁ Λόγος εὑρών, ἀκανθῶν ἐν μέσῳ, ἐν σοὶ κατεσκήνωσε, καὶ ἐκ γαστρός σου σάρκα εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρὸ τῶν αἰώνων.

Στολὴ ἐκ τῶν αἱμάτων σου, ὑφάνθη φρικτῶς, τῷ ἐκ τοῦ μὴ ὄντος, τὰ ὄντα συστήσαντι· ἐκ σοῦ γὰρ σάρκα Κόρη εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρό τῶν αἰώνων.

Τοῦ Ἁγίου

Ὁ αὐτὸς

Σοφίᾳ τῇ τοῦ Πνεύματος, καὶ λόγῳ ζωῆς, πιστῶν τὰς καρδίας, ῥυθμίζεις Νεκτάριε, πρὸς πολιτείαν Πάτερ, κρείττονα, ὡς τοῦ Εὐαγγελίου, σοφὸς Ἱεροκήρυξ.

Ἱεραρχίας ἔνδυμα, σοφὲ στολισθείς, ἔργοις ἐναρέτοις τῶν αὐτὸ κατεποίκιλας, ὡς Ἱεράρχης ἐνθεώτατος, καί τῶν μυστηρίων, τῶν θείων οἰκονόμος.

Συνέσει καὶ πραότητι, ἐμπρέπων σοφῶς, ὁσίας παρθένους, ἐνθέως συνήθροισας, καὶ τῷ Χριστῷ αὐτὰς ὡδήγησας, λόγοις τε καὶ ἔργοις, ἀμέμπτου πολιτείας.

Θεοτοκίον

Τῇ σῇ ἐλλάμψει Ἄχραντε, ψυχὴν τὴν ἐμήν, τὴν ἐζοφωμένην, παθῶν ἀμαυρότησιν, ὡς συμπαθὴς Ἁγνὴ καταύγασον, καὶ τῷ θείῳ φόβῳ καθήλωσόν με ὅλον.

Δεύτερος

Ἐξέστη τὰ σύμπαντα

Ἰάματα ἄφθονα, ἡ θήκη τῶν λειψάνων σου, τῇ τοῦ Παρακλήτου ἐπομβρίᾳ, ἀεὶ βλυστάνει Πάτερ Νεκτάριε, καὶ ἀποδιώκει πονηρά, πνεύματα ἑκάστοτε, τῶν αἰτούντων τὴν χάριν σου.

Νοσοῦσι τὴν ἴασιν, καὶ πάσχουσι τὴν λύτρωσιν, τοῖς προσερχομένοις σοι παρέχων, παύεις τὰ χρόνια ἀσθενήματα, καὶ κατασβεννύεις χαλεπήν, πυρεσσόντων φλόγωσιν, δρόσῳ Πάτερ σῆς χάριτος.

Πατέρων ἰσότιμος, τῶν πάλαι ἐχρημάτισας, τούτων μιμησάμενος τὸν τρόπον, τὸν θεῖον ζῆλον καὶ τάς λοιπὰς ἀρετάς, ταπεινοφροσύνῃ ἀληθεῖ, καὶ ἀπλάστοις ἤθεσι, διαπρέψας Νεκτάριε.

Θεοτοκίον

Ἁγνείας κειμήλιον, Παρθένε Παναμώμητε, ἔμψυχον ἀλάβαστρον καὶ θεῖον, τοῦ κενωθέντος μύρου ἐν σοὶ τῆς ζωῆς, σκεῦος εὐωδίας ἀρετῶν, τὴν ψυχήν μου ἔργασαι, διὰ βίου σεμνότητος.

Καταβασία

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ωδὴ ς’ Ὁ Εἱρμὸς

Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι. (Δίς)

Ὁ ἐκλάμψας ἐκ Πατρός, πρὸ αἰώνων ὡς Υἱός, ἐπ’ ἐσχάτων ἡμερῶν, ἐκ γαστρός σου προελθών, ἐθέωσε, Παρθενομῆτορ, βροτῶν τὸ φύραμα.

Νύμφη πάναγιος Πατρός, Μήτηρ ἄφθορος Υἱοῦ, ἀνεδείχθης ἀληθῶς, ἡ καλὴ ἐν γυναιξί, τῷ Πνεύματι, προαγνισθεῖσα, Παρθένε Ἄχραντε.

Μυστηρίων θεϊκῶν, θησαυρὸς ὑπερφυής, οὐρανίων δωρεῶν, κιβωτὸς χρυσοειδής, Πανάμωμε, σαφῶς ἐδείχθης, Χριστὸν κυήσασα.

Ἐργαστήριον φρικτόν, καὶ παστὰς φωτοειδής, τῆς σαρκώσεως Ἁγνή, καθωράθης τοῦ Θεοῦ, μορφώσαντος, ἡμῶν τὴν σάρκα, ἐκ τῶν αἱμάτων σου.

Τοῦ Ἁγίου

Ὁ αὐτὸς

Ὡς νεόφωτος ἀστήρ, ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναλάμψας μυστικῶς, τὰς καρδίας τῶν πιστῶν, Νεκτάριε, πρὸς θεῖον πόθον Πάτερ ἀνέφλεξας.

Θεοφρόνως ἐπὶ γῆς, καὶ σοφῶς πολιτευθείς, ἐν ἡμέραις πονηραῖς, κατὰ Παῦλον τὸν σοφόν, Νεκτάριε, παρὰ Κυρίου, λαμπρῶς δεδόξασαι.

Ἐν τῷ φόβῳ τοῦ Θεοῦ, τὴν ἁγίαν σου Μονήν, ὡς στηρίξας ἀσφαλῶς, ὅρμον ἄκλυστον αὐτήν, ἀνέδειξας, πρὸς σωτηρίαν, ψυχῶν Νεκτάριε.

Θεοτοκίον

Ἡ τεκοῦσα ἐν σαρκί, τὸν τῶν ὅλων Ποιητήν, καὶ τὴν πάλαι τοῦ Ἀδάμ, ἀφανίσασα ἀράν, Πανάμωμε, τῆς των παθῶν με, ῥῦσαι ζοφώσεως.

Δεύτερος

Τὴν θείαν ταύτην

Τὸ θεῖον νέκταρ τῆς χάριτος, δεξάμενος Νεκτάριε Ὅσιε, ἐν τῇ καρδίᾳ σου, τὸν γλυκασμὸν τὸν οὐράνιον, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἄρτι ἐπήγασας.

Ἐν Ἱεράρχαις θεόληπτος, καὶ ἐν τοῖς διδασκάλοις θεόσοφος, Πάτερ Νεκτάριε, ὡς ἀληθῶς ἐχρημάτισας, ἰδέαις ἐναρέτοις, καλλωπιζόμενος.

Ῥόδον καθάπερ ἡδύπνευστον, τῇ θείᾳ εὐωδίᾳ τοῦ Πνεύματος, Πάτερ ἡ κάρα σου, ἡμᾶς εὐφραίνει Νεκτάριε, καὶ παύει τὸ δυσῶδες, παθῶν καὶ θλίψεων.

Θεοτοκίον

Δύναμιν δίδου μοι Πάναγνε, κατα τοῦ παλαιοῦ πολεμήτορος, τοῦ καθ’ ἑκάστην μοι, λόχους καί, δόλους τεκταίνοντος, ἵνα τῆς τούτου βλάβης, φανῶ ἀνώτερος.

Καταβασία

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον Ἦχος πλ. δ’
Τῇ Ὑπερμάχῳ

Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ. Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος. Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον τοῖς κραυγάζουσι· χαίροις Πάτερ Νεκτάριε.

Ὁ Οἶκος

Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα ζωὴν γὰρ ὁσίαν διελθών, ἀκέραιος ὅσιος καὶ θεόληπτος, ἐν πᾶσιν ἐχρημάτισας ἐντεῦθεν παρ’ ἡμῶν ἀκούεις.
Χαῖρε δι’ οὗ οἱ πιστοὶ ὑψοῦνται,
χαῖρε δι’ οὗ ἐχθροὶ θαμβοῦνται.
Χαῖρε τῶν Ὁσίων Πατέρων ἐφάμιλλος,
χαῖρε Ὀρθοδόξων ὁ θεῖος διδάσκαλος.
Χαῖρε οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς,
χαῖρε βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς.
Χαῖρε ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις,
χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης.
Χαῖρε λαμπρὸν τῆς Πίστεως τρόπαιον,
χαῖρε σεπτὸν τῆς χάριτος ὄργανον.
Χαῖρε δι’ οὗ Ἐκκλησία χορεύει,
χαῖρε δι’ οὗ νῆσος Αἴγινα χαίρει.
Χαίροις Πάτερ Νεκτάριε.

ΣΥΝΑΞΑΡΙΟΝ

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.

Λειτουργικό Συναξάριο Αγίου Νεκταρίου Πενταπόλεως

Στίχοι

Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,
Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.
Ἀμφ’ ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη.
Τῇ αὐτῇ ἡμέρᾳ. μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.

Στίχοι

Ἵπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχων
Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην.
Νύσσης οὐρανίης ἐπέβητ᾽ ἐνάτῃ ὦ Ἀθληταί.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.

Στίχοι

Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας.

Στίχοι

Λέσβου τὸ θρέμμα παρθένος Θεοκτίστη
Κτίστῃ Θεῷ πρόσεισι πάγκαλος νύμφη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας.

Στίχοι

Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρός, Πνεύματός τε καὶ Λόγου
Θρόνῳ παρέστη δοῦσα γῆ τὸ σαρκίον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.

Στίχοι

Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις
Οἱ τὸ ξύλον τιμῶντες ὡς θεὸν πλάνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.

Στίχοι

Πλάνην ἀμαυροῖ Μαῦρα κοπεῖσα ξίφει,
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ναρσῆ καὶ Ἀρτέμονος.

Στίχοι

Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει,
Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης, ὁ διὰ τὸ βραχὺ τῆς ἡλικίας (ἀναστήματος) ὀνομασθεὶς Κολοβός, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
Ὃς κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Εἰ καὶ μετέστης Ἑλλάδιε τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἐκκλησία σοι Συμεὼν ὄφλει χάριν
Ὑπὲρ μεταφράσιος Ἁγίων βίων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος οἱ κτίτορες τῆς ἐν Ἄθῳ ἱερᾶς σεβασμίας Μονῆς τοῦ Διοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ
Τιμῶ κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων.

Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ωδὴ ζ’ Ὁ Εἱρμὸς

Τους ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. (Δίς)

Κεκοσμημένη θείοις κροσσωτοῖς, ὡς πάντων βασίλισσα ἀρετῶν ὑπερφυῶν, ἔστης ἐκ δεξιῶν τοῦ σοῦ Υἱοῦ καὶ Πλάστου, ὑπὲρ νοῦν ἐκλάμπουσα, παρθενικαῖς καλλοναῖς, Παρθένε Μῆτερ Θεοῦ.

Ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός, θεῶσαι βουλόμενος διὰ σπλάγχνα οἰκτιρμῶν, τὸν πεπτωκότα ἄνθρωπον ἐκ σοῦ τὴν σάρκα, τοῦ Ἀδὰμ ἐνδύεται, καὶ σὲ Προστάτιν Ἁγνή, δείκνυσι κόσμου παντός.

Ῥερυπωμένον βίον μετελθών, τὸ κάλλος ἠμαύρωσα τῆς ψυχῆς μου ὁλικῶς, ἀλλὰ σὺ δίδου μοι μετάνοιαν Παρθένε, καὶ πταισμάτων ἄφεσιν, ἵνα Χριστῷ τῷ Θεῷ, δουλεύσω εἰλικρινῶς.

Ἡ ὑπερτέρα πάντων ἀληθῶς, ὡς Μήτηρ πανάφθορος τοῦ τῶν ὅλων Ποιητοῦ, πάσης φθορᾶς ὑπέρτερον τὸν νοῦν μου, δεῖξον καὶ φωτὶ με λάμπρυνον, τῆς ἀγλαΐας τῆς σῆς, Θεογεννῆτορ Ἁγνή.

Τοῦ Ἁγίου

Ὁ αὐτὸς

Γνώμῃ εὐθείᾳ Πάτερ λειτουργῶν, Χριστῷ τῷ Παντάνακτι καὶ καρδίᾳ καθαρᾷ, τὸν φωτισμὸν τοῦ Παρακλήτου εἰσεδέξω, τῇ ψυχῇ σου Ὅσιε, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

Ὁλολαμπὴς ὡς ἥλιος ἡμῖν, ἐσχάτοις ἐν ἔτεσιν ἀνατείλας νοητῶς, φωταγωγεῖς τῶν εὐσεβῶν τὰς διανοίας, τῷ φωτὶ τῶν ἔργων σου, Νεκτάριε ἱερέ, Ἱεραρχῶν καλλονή.

῾Ρῶσιν ψυχῆς καὶ σώματος ἀεί, ὡς ἄλλο Νεκτάριε ἰατρεῖον θαυμαστόν, ἡ τῶν λειψάνων σου σορὸς Πάτερ παρέχει, τοῖς πιστῶς προστρέχουσιν, ἐν εὐλαβείᾳ πολλῇ, τῇ εὐαγεῖ σου Μονῇ.

Θεοτοκίον

Ὡς τοῦ Σωτῆρος Μῆτερ καί,Θεοῦ, Παρθένε Πανάμωμε ὄμματί σου συμπαθεῖ, βλέψον τὴν κάκωσιν ψυχῆς μου τῆς ἀθλίας, καὶ βιαίας ῥῦσαι με, ἕξεως τῆς πονηρᾶς, τῶν ὀλεθρίων παθῶν.

Δεύτερος

Οὐκ ἐλάτρευσαν

Ἰαμάτων σε, πηγὴν Πάτερ ἀνέδειξε, Χριστὸς δοξάσας σε, ὁ ὑπὸ σοῦ δοξασθείς ἐντεῦθεν οἱ πάσχοντες, ποικίλοις πάθεσι, καταφεύγουσι, τῇ θήκῃ τῶν λειψάνων σου, καὶ εὑρίσκουσιν ὑγείαν.

Διδαγμάτων σου, τὰ ἱερὰ συντάγματα, ἀεὶ εὐφραίνουσι, τῶν εὐσεβῶν τὰς ψυχάς· Ἁγίῳ γὰρ Πνεύματι, Πάτερ κινούμενος, τὸν τῆς χάριτος, λόγον σοφῶς συνέγραψας, καὶ ζωῆς τὰς ὑποθήκας.

Ὡς πραότατος, καὶ ταπεινὸς καὶ μέτριος, τοῦ ὑπὲρ ἔννοιαν, Πάτερ ἐπλήσθης φωτός ἐντεῦθεν θεόληπτος, ἐφαίνου Ὅσιε, πρὸς τὰ κρείττονα, μυσταγωγῶν χαρίσματα, θεαρέστου πολιτείας.

Θεοτοκίον

Σωματώσασα Θεὸν τὸν Ὑπερούσιον, ἐκ τῶν αἱμάτων σου, δίχα τροπῆς καὶ φυρμοῦ, σωτήριος γέφυρα, ἡμᾶς ἀνάγουσα, πρὸς οὐράνια, ὤφθης τοῖς πίστει κράζουσι, χαῖρε Κεχαριτωμένη

Καταβασία

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ωδὴ η’ Ὁ Εἱρμὸς

Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (Δίς)

Γεννᾶται ὁ ἄναρχος, ἐν χρόνῳ σαρκικῶς, ἐκ σοῦ Ἀειπαρθένε, καὶ μετὰ τοκετόν, παρθένον τηρεῖ σε, ὡς πρὸ τόκου Ἁγνήν ὢ τῶν ὑπὲρ νοῦν σου ἀρρήτων μεγαλείων!

Ἐν θρόνῳ ὡς σύνθρονος, Πατρὸς καὶ ἐν χερσί, ταῖς σαῖς ὥσπερ νήπιον, βροτοῖς ὁμοιωθείς, ὁ Λόγος ὁρᾶται, ὁ συνέχων τὸ πᾶν, καὶ ἀνακαινίζει, Παρθένε τοὺς φθαρέντας.

Γευμάτων χρηστότητος, ἀκένωτος πηγή, χαρίτων τοῦ Πνεύματος λειμὼν πανευθαλής, ἐδείχθης Παρθένε, τετοκυῖα Χριστόν, τὸν ζωοποιοῦντα, τοὺς σὲ ὑπερυψοῦντας.

Ἁγίων Ἁγίαν σε, ἀνέδειξε Χριστός, Ἁγίων ὁ Ἅγιος, Υἱός σου γεγονώς·διὸ τὴν ψυχήν μου, ἐναγῆ τῇ φθορᾷ, γεγονυῖαν Κόρη, ἁγίασον καὶ σῶσον.

Τοῦ Ἁγίου

Ὁ αὐτὸς

Γνωρίσαι ὁ Κύριος, θελήσας τοῖς ἐν γῇ, ἣν δέδωκε δόξαν σοι, σοφὲ ἐν οὐρανοῖς, πηγὴν ἰαμάτων, καὶ θαυμάτων πολλῶν, ἔδειξε παμμάκαρ, τὰ θεῖα λείψανά σου.

Ἐκ γῆς ἀνεφάνησαν, ὡς κρίνα τοῦ ἀγροῦ, εὐθὺς ὡς ἠνοίγη σου, ὁ τάφος ὁ σεπτός, Νεκτάριε Πάτερ, τὰ σεπτά σου ὀστά, ἐκπέμποντα πᾶσιν, ὀσμὴν ἀθανασίας.

Ῥυσθῆναι ἱκέτευε, Μονήν σου τὴν σεπτήν, ἐκ πάσης στενώσεως, καὶ βλάβης καὶ ὀργῆς, ἐν σοὶ καυχωμένην, Ἱεράρχα Χριστοῦ, καὶ τῇ πατρικῇ σου, στοργῇ ἀνακειμένην.

Θεοτοκίον

Ἀσπόρως συνέλαβες, τὸν Πάντων Ποιητήν, ἀφθόρως δὲ τέξασα, αὐτὸν μετὰ σαρκός, φθορᾶς με Παρθένε, σαρκικῶν λογισμῶν, τῇ χάριτί σου ῥῦσαι, τὸν σὸν οἰκτρόν ἱκέτην.

Δεύτερος

Παῖδας εὐαγεῖς

Γνώσει καὶ σοφίᾳ διαλάμπων, δογμάτων τῆς ἀληθείας Πάτερ Ὅσιε, Ὀρθοδόξου πίστεως, ἀκριβὴς διδάσκαλος, καὶ φυτοκόμος ἄριστος ἠθῶν σεμνότητος, ἐδείχθης Ἱεράρχα παμμάκαρ, τῶν παθῶν τὰς ῥίζας, τῷ λόγῳ σου ἐκτέμνων.

Ἔχει σε ἡ Αἴγινα ἡ νῆσος, προστάτην καὶ ἀρωγὸν καὶ ἀντιλήπτορα, μετὰ τὸν θεόληπτον, Πάτερ Διονύσιον, μεθ’ οὗ ἀπαύστως φύλαττε ταύτην Νεκτάριε, ἐκ πάσης συμφορᾶς καὶ ἀνάγκης, πίστει προσκυνοῦσαν, τὰ θεῖα λείψανά σου.

Ῥήσεσι τῶν θείων σου χειλέων, ὡς τέκνα πνευματικὰ σοι αἱ μονάστριαι, ἃς ἐν ταύτῃ Ὅσιε, τῇ Μονῇ συνήγαγες, ἐκ κοσμικῆς συγχύσεως καὶ ματαίοτητος, ἐμφρόνως πειθαρχοῦσαι πρὸς δόξαν, ἄγονται τὴν θείαν, τελοῦσαί σου τὴν μνήμην.

Θεοτοκίον

Ἄχραντε Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ Ἀρχαγγέλων ἀγαλλίαμα, καὶ βροτῶν διάσωσμα, καὶ μέγα προσφύγιον, τῆς τῶν παθῶν με λύτρωσαι δουλείας τῆς πονηρᾶς, καὶ δίδου μοι ἀνάνευσιν Κόρη, τῷ κεκακωμένῳ, ἐχθροῦ τῇ ἐπηρείᾳ.

Καταβασία

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ωδὴ θ’ Ὁ Εἱρμὸς

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν. (Δίς)

Σωτηριώδη πηγὴν πολυχεύμονα, σὲ Θεοτόκε Παρθένε γινώσκομεν, τῆς ζωῆς πηγάζουσαν, ὕδωρ τὸ ἀθάνατον, καὶ τὰς καρδίας ποτίζουσαν πλουσίως, τῶν ὀρθοδόξως ὑμνούντων σε Δέσποινα.

Ἱεροτύπως Μωσῆς σε προέγραψε, στάμνον, λυχνίαν καὶ βάτον καὶ τράπεζαν, κιβωτὸν κατάχρυσον, καὶ σκηνὴν θεότευκτον, ὧν τὰς ἐκβάσεις ἡμεῖς νῦν καθορῶντες, σὲ ἀληθῆ Θεοτόκον δοξάζομεν.

Μετὰ σαρκὸς τὸν ἀσώματον τέξασα, ὃν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησε, Λόγον τὸν Ὑπέρθεον, Θεοτόκε Ἄχραντε, τῆς σωτηρίας ἡμῖν ὤφθης αἰτία, τοῖς μεγαλύνουσι Κόρη τὸν τόκον σου.

Ὁλολαμπὲς ἀνεδείχθης παλάτιον, καὶ φωτοφόρος καθέδρα καὶ πάγχρυσος, τοῦ ἐν κόλποις Ἄχραντε, τοῦ Πατρὸς ὑπάρχοντος, Λόγου ἀφράστως ἐκ σοῦ σωματωθέντος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ὑπερκειμένη ἁπάσης τῆς κτίσεως, τῆς ὁρατῆς καὶ ἀΰλου Πανάχραντε, ὤφθης σωματώσασα, τὸν πάντων, Δεσπόζοντα·ὅθεν τὸν νοῦν μου τῆς κάτω προσπαθείας, δεῖξον ὑπέρτερον Κόρη καὶ σῶσον με.

Τοῦ Ἁγίου

Ὁ αὐτὸς

Στέφανον δόξης ἐδέξω Νεκτάριε, παρὰ Χριστοῦ τοῦ λαμπρῶς σε δοξάσαντος, ὁσίως τὸν δρόμον σου, Πάτερ ὡς ἐτέλεσας, καὶ τῶν Ἁγίων ἰσότιμος ἐδείχθης, μεθ’ ὧν δυσώπει τῶν τιμώντων σε.

Ἱεραρχίας στολὴν ἐνδυσάμενος, ἱερωτέραν αὐτὴν Πάτερ ἔδειξας, ἱεροῖς σου σκάμμασι, καὶ ὁσίοις πόνοις σου, καὶ τῶν Πατέρων τῶν πάλαι ἀνεμάξω, τῇ καθαρᾷ σου ζωῇ τὴν λαμπρότητα.

Μέτ’ ἐγκωμίων τελοῦσα τὴν μνήμην σου, ἡ τοῦ Χριστοῦ Ἐκκλησία Νεκτάριε, χαίρει ἐν σοὶ Ἅγιε· ταύτην γὰρ ἐφαίδρυνας, ἐν ταῖς ἐσχάταις ἡμέραις Ἱεράρχα, ἡγιασμένος φανεὶς Θείῳ Πνεύματι.

Ὀσμὴν ζωῆς οὐρανίαν μυρίπνοον, ἣν ἀποπνέει ἡ πάντιμος κάρα σου, νοητῶς μοι δώρησαι, τῇ ψυχῇ μου Ἅγιε, καὶ ὥσπερ μύρον εὐῶδες Πάτερ δέξαι, τοῦτον τὸν ὕμνον ὃν πόθῳ σοι ὕφανα.

Θεοτοκίον

Ὑψηλοτέρα τῶν ἄνω Δυνάμεων, καὶ λαμπροτέρα ἡλίου ὑπάρχουσα, ἀσυγκρίτως Δέσποινα, τὸν τῆς δόξης Ἥλιον, τὸν φωτοδότην Χριστὸν σαρκὶ τεκοῦσα, καταφωτίζεις τοὺς σὲ μεγαλύνοντας.

Δεύτερος

Ἅπας γηγενής

Στήλην ἀρετῶν, τῇ σῇ καθαρότητι Χριστὸς σε ἔδειξε, προμηθείᾳ κρείττονι, ἐν ταῖς ἐσχάταις ἡμέραις Ἅγιε, καὶ ἔμψυχον παράδειγμα πρὸς βίον ἔνθεον, τῶν πιστῶν μέν, τὰς ψυχὰς εὐφραίνοντα, καὶ ἀπίστων τὸ θράσος αἰσχύνοντα.

Ἴνα τῆς ζωῆς, τῆς σῆς τὸ ὑπόλοιπον ἀνύσῃς Ὅσιε, ἡσύχως Νεκτάριε, ἐνδελεχείᾳ θείας ἑνώσεως, κόσμου παντὸς ἐμάκρυνας καὶ τῇ σεπτῇ σου Μονῇ ἐν Αἰγίνῃ, Πάτερ κατεσκήνωσας, πρὸς Χριστὸν ὁλικῶς ἀναγόμενος.

Μέτοχος ζωῆς, τῆς ἄνω γενόμενος Πάτερ Νεκτάριε καὶ Ἀγγέλων σύσκηνος, ὡς θεαρέστως πολιτευσάμενος, ἀπαύστως καθικέτευε ὑπὲρ τῆς ποίμνης σου, καὶ ἁπάσης, τῆς Ἑλλάδος Ἅγιε, τῆς πλουτούσης σε νέον ἀγλάϊσμα.

Ὅμιλοι πιστῶν, ἐκ πάσης συντρέχουσιν Ἑλλάδος πάντοτε, τῇ Μονῇ σου Ἅγιε, καὶ θείαν χάριν καὶ πᾶσαν αἴτησιν, ἐκ τῶν σεπτῶν λειψάνων σου πιστῶς λαμβάνουσιν ἀλλ’ ὦ Πάτερ κἀμοῦ τοῦ ἱκέτου σου, ὥσπερ οἶδας τὴν αἴτησιν πλήρωσον.

Θεοτοκίον

Ὕψωσας ἡμῶν, τὴν φύσιν τὴν ἔκπτωτον πρὸς τὰ οὐρανια, τῷ ὑψίστῳ τόκῳ σου, Ὑπεραγία Κόρη Πανύμνητε διὸ κἀμοῦ ἀνύψωσον ψυχῆς τὴν ἔφεσιν, πρὸς τὸ κάλλος, Δέσποινα τὸ ἄρρητον τῆς ἀλήκτου ζωῆς καὶ λαμπρότητος.

Καταβασία

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω·Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάρια
Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἡ Ἐκκλησία ἀγάλλου, καὶ ᾆδε ᾄσματα καινά, τὸν σὸν υἱὸν εὐφημοῦσα καὶ ἱερὸν νυμφαγωγόν, Νεκτάριον τὸν ἀρτίως, ἡγιασμένον φανέντα.

Ἕτερον ὅμοιον

Θεοπρεπῶς βιώσας, ἐμεγαλύνθης θαυμαστῶς, Νεκτάριε Ἱεράρχα, παρὰ τοῦ πάντων Ποιητοῦ·πηγὴ θαυμάτων γὰρ ὤφθη, ἡ τῶν λειψάνων σου θήκη.

Θεοτοκίον

Θεοχαρίτωτε Κόρη, ἱκέτευε διὰ παντός, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ πολυεύσπλαγχνον Θεόν, πάσης ἀνάγκης, τοὺς εὐσεβεῖς Θεοτόκε.

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α’
Τῶν οὐρανίων ταγμάτων

ᾈσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, Νεκταρίου τοῦ Θείου, τοῦ ἄρτι δοξασθέντος παρὰ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, τῶν ἰαμάτων ταῖς χάρισι θαυμαστῶς, εὐσεβῶν εἰς περιποίησιν.

Ἡ τῶν λειψανων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωὰμ κολυμβήθρα νοσήματα γὰρ παύει τὰ χαλεπά, καὶ ὑγείαν καὶ λύτρωσιν, τοῖς πρὸς αὐτὴν προσιοῦσι νέμει ἀεί, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.

Τὶς ἐπαξίως ὑμνήσει τὰς δυναστείας σου, ὦ Ζῳοδότα Σῶτερ; ὅτι δέδωκας ἤδη, στῦλον καὶ ἑδραίωμα ἀρραγές, τῇ σεπτῇ Ἐκκλησίᾳ σου, τὸν θεηγόρον Νεκτάριον ἀληθῶς, τὸν ὁσίως σοι λατρεύσαντα.

Ὑπὲρ ὀσμὴν ἀγροῦ πλήρους κατὰ τὴν θείαν φωνήν, ἡ εὐωδία πέλει τῶν σεπτῶν σου λειψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν, τὰς αἰσθήσεις εὐφραίνουσα· ὅθεν ἡ Αἴγινα βλέπουσα τὴν ἐν σοί, θείαν χάριν μακαρίζει σε.

Δόξα… Ἦχος πλ. α’

Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τὸν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τὴν ζωὴν ἐχαρακτήρισας·τὸ γὰρ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καὶ ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσοφος, καὶ τῆς ἀρετῆς ἀληθὴς ἐργάτης·ὅθεν λαμπρῶς παρὰ Θεοῦ ἐδοξάσθης, καὶ ἰαμάτων κρήνη, ἡ τῶν λειψάνων σου σορὸς ἐδείχθη, τῇ τοῦ Παρακλήτου ἐπισκιάσει. Ἀλλ’ ὦ Νεκτάριε μακάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ νέκταρ τῆς σῆς χάριτος, καὶ πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων του Ἁγίου ἡ γ’ καὶ ς’ ὠδή.

Ἀπόστολος

Προκείμενον Ἦχος βαρὺς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἐφ. 5,8-19

Ἀδελφοί, ὡς τέκνα φωτός…

Ἀλληλούϊα Ἦχος α’

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
4,25-5,12
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ…

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια

Ὤφθης Ἐκκλησίας νέος ἀστήρ, ἐν ἐσχάτοις χρόνοις, τῇ ὁσίᾳ σου βιοτῇ, ὅθεν καταυγάζεις, πιστῶν τὰς διανοίας, ταῖς νοηταῖς ἀκτῖσι Πάτερ Νεκτάριε.

Χάριτι θαυμάτων παρὰ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, μετὰ τέλος σου τὸ σεπτόν· ὅθεν των λειψάνων, ἡ θήκη σου πηγάζει, ἰάματα ποικίλα Πάτερ τοῖς πάσχουσι.

Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, Νεκτάριε Πάτερ, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ ἀεὶ εὐλόγει, τὴν νῆσον τῆς Αἰγίνης, καὶ πᾶσαν τὴν Ἑλλάδα τῇ ἀντιλήψει σου.

Ἀπόλυσις

Την Ακολουθία του Αγίου Νεκταρίου μας έστειλε ο κ. Ε.Ν.Ε., τον οποίο και ευχαριστούμε θερμά!

Κοινοποίησε τη σελίδα: