ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ

 
Σελίδα 1 από 18
 

ΑΚΟΛΟΥΘΙΑ
Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
ΝΕΚΤΑΡΙΟΥ
Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

ΨΑΛΛΟΜΕΝΗ ΤΗ Θ' ΝΟΕΜΒΡΙΟΥ

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ' κάι ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι

Τῶν Ὁσίων τοῖς ἴχνεσιν, Ἱεράρχα Νεκτάριε, ἐν ἐσχάτοις ἔτεσιν ἠκολούθησας, τῇ καθαρᾷ πολιτείᾳ σου, καὶ τρόπων χρηστότητι, καὶ φρονήσει ἀληθεῖ, καὶ ἀγάπης ταῖς χαρίσι·διὰ τοῦτο σε, ὁ τῶν ὅλων Δεσπότης ἁγιάσας, τῶν Ἁγίων τῇ χορείᾳ περιφανῶς σε ἠρίθμησε.

Ὡς τὸ νέκταρ τῆς χάριτος, φερωνύμως δεξάμενος, ἱερὲ Νεκτάριε τῇ καρδίᾳ σου, τῇ τῶν σῶν λόγων γλυκύτητι, εὐφραίνεις ἐν Πνεύματι, τὰς ψυχὰς τῶν εὐσεβῶν, ὡς σοφὸς καὶ θεόπνευστος, καὶ θαυμάτων σου, ταῖς ἀκτῖσιν ἀεὶ καταπυρσεύεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, λαμπρυνομένην τῇ δόξῃ σου.

Εἰς ὀσμὴν τὴν οὐράνιον, τῶν τιμίων λειψάνων σου, δοξασθέντων χάριτι θείου Πνεύματος, μέτ' εὐλαβείας προστρέχοντες, Νεκτάριε Ὅσιε, ἐξ αὐτῶν ἁγιασμόν, καὶ παθῶν ἀπολύτρωσιν κομιζόμεθα, καὶ ἰάσεις λαμβάνουσι ταχείας, οἱ νοσοῦντες ἀνιάτως, μεγαλοφώνως τιμῶντές σε.

Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ κανόσι τετείχικας, εἰς ψυχῶν Νεκτάριε περιποίησιν, σκέπε ἀπαύστως καὶ φύλαττε, Αἰγίνῃ τῇ νήσῳ δέ, δίδου Πάτερ δαψιλῶς, τὴν θερμήν σου ἀντίληψιν πρὸς τὸν Κύριον, ὑπὲρ ταύτης ἀεὶ καθικετεύων, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Διονυσίῳ τῷ μάκαρι.

Δόξα... Ἦχος α'

Δεῦτε ἅπαντες πιστοί, τὸν νεοφανῆ φωστῆρα τῆς Ἐκκλησίας, Νεκτάριον τιμήσωμεν· οὗτος γὰρ ἐν ταῖς καθ' ἡμᾶς ἡμέραις, ἐν ὁσίοτητι καὶ ἀληθείᾳ, θεοπρεπῶς πολιτευσάμενος, τῶν πάλαι Ἁγίων, τὰς ἀρετὰς ἀνεμάξατο, καὶ σκεῦος ἐκλογῆς, κατὰ Παῦλον γενόμενος, ἐπαξίως δεδόξασται, τῇ ἁγιαστικῇ τοῦ Πνεύματος χάριτι, παρέχων ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα, ὡς Ἱεράρχης ἐνθεώτατος.

Καὶ νῦν... Θεοτοκίον

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Ἀπόστιχα

Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ

Νέκταρ τὸ νοητόν, τῆς χάριτος τῷ λόγῳ, Νεκτάριε πηγάζεις, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ὡς καθαρθεὶς τῷ πνεύματι.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Μέγας ὡς ἀληθῶς, θεράπων τοῦ Κυρίου ἐν τοῖς ἐσχάτοις χρόνοις, Νεκτάριε ἐδείχθης, καὶ τοὺς Πιστοὺς ἐστήριξας.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Χαίρει πνευματικῶς, Χριστοῦ ἡ Ἐκκλησία, ὁρῶσά σου τὴν χάριν, ἣν οὐρανόθεν εὗρες, Νεκτάριε Πατὴρ ἡμῶν.

Δόξα... Τριαδικὸν

Σοὶ πρεπει Παντουργέ, Τρισήλιε Θεότης, ἡ αἴνεσις καὶ δόξα, ὅτι τὸν Ἱεράρχην, τὸν θεῖόν σου ἐδόξασας.

Καὶ νῦν... Θεοτοκίον

Λόγοις ἐν ἱεροῖς, κηρύττει σου τὴν δόξαν Παρθένε Θεοτόκε, Νεκτάριος ὁ θεῖος, ὁ δοξασθεὶς τῷ Πνεύματι.

Ἀπολυτίκιον Ἦχος α'
Τῆς ἐρήμου πολίτης

Σηλυβρίας τον γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.

Ἕτερον Ἦχος δ'
Ταχὺ προκατάλαβε

Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν του Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τους πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.

Καὶ νῦν... Θεοτοκίον

Το ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τον Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

 
 
 
Αρχική σελίδα
 
Βίος Αγίου Νεκταρίου Πενταπόλεως
 
Μονή Αγίου Νεκταρίου στην Αίγινα
 
Θαύματα Αγίου Νεκταρίου Πενταπόλεως
 
Κείμενα Αγίου Νεκταρίου Πενταπόλεως
 
Βιβλία για τον Άγιο Νεκτάριο Πενταπόλεως
 
Φωτογραφίες
 
Σύνδεσμοι
 
Ευχαριστίες
 
Επικοινωνία
 
Σχεδιασμός και Δημιουργία: Άρκεσις   Φιλοξενία ιστοσελίδας: Ματιά (www.matia.gr)