Β΄ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ

 
Σελίδα 1 από 5
 

Εις τον εν Αγίοις Πατέρα ημών Νεκτάριον Μητροπολίτην Πενταπόλεως, ου το τίμιον καί άγιον Λείψανον σώζεται εν τη νήσω Αιγίνης.

Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν.

Ψαλμόs ρμβ' (142)

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος και ηκηδίασεν επ' εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ' εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν ες λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι Κύριε, οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου Κύριε προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει o Θεός μου. Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία ένεκεν του ονόματός μου Κύριε ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Είτα το "Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου" τετράκις και τα επόμενα τροπάρια.

 

Ήχος δ'. Ο Υψωθείς εν τω Σταυρώ

Του Ιεράρχου τω πανσέπτω λειψάνω, οι εν κινδύνοις συνεχόμενοι πλείστοις προσπέσωμεν κραυγάζοντες εκ βάθους ψυχής, άγιε Νεκτάριε, ως πιστών αντιλήπτωρ, πρόφθασον και λύτρωσαι της παρούσης ανάγκης τους προσιόντας, Πάτερ, εκ ψυχής τη ιερά προστασία της σκέπης σου.

Δόξα. Όμοιον

Ως ειληφώς παρά Θεού εξουσίαν, του θεραπεύειν τας δεινάς καχεξίας των προσιόντων, Πάτερ, τοις λειψάνοις σου, ίασαι δεόμεθα, τούς δεινώς θλιβομένους, νόσοις και παθήμασι, και πικραίς αλγηδόσι, και εν ειρήνη φύλαττε ημάς, ταις σαις πρεσβείαις Νεκτάριε Όσιε.

Και νυν. Θεοτοκίον

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας σου, λαλείν οι ανάξιοι, ει μη γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων, τις δε διεφύλαξεν έως νυν ελευθέρους. Ουκ αποστώμεν, Δέσποινα, εκ σου, σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο Ν' ψαλμός. Είτα ψάλλεται ο κανών, ου η ακροστιχίς.

Πόνων οχληρών ημάς λύτρωσαι Πάτερ.

 

Ωδή α'. Ήχος πλ. δ'. Υγράν διοδεύσας

Πληγέντα τα σώμα και την ψυχήν, παθών ταις βολίσι, τη πρεσβεία των σων ευχών, Νεκτάριε Πάτερ ίασαί με, σοι γαρ προσήλθον ο τάλας δεόμενος.

Ο νους μου πεπώρωται αληθώς, και του σώματος μου εξησθένησεν η ισχύς, αλλ' ήδη συ Πάτερ την υγείαν, εν αμφοτέροις παράσχου και σώσον με.

Νοσούντων ταχύτατος ιατρός και των θλιβομένων αντιλήπτωρ και αρωγός, οφθείς, Ιεράρχα, θεία νεύσει, τα της ψυχής μου θεράπευσον τραύματα.

Θεοτοκίον

Ωραίος προήλθε καθ' ο Θεός, μορφή εν βροτεία εκ γαστρός σου παρθενικής, ο Λόγος λυτρούμενος τον κόσμον, εξ αλογίας παθών, Παναμώμητε.

 
 
 
Αρχική σελίδα
 
Βίος Αγίου Νεκταρίου Πενταπόλεως
 
Μονή Αγίου Νεκταρίου στην Αίγινα
 
Θαύματα Αγίου Νεκταρίου Πενταπόλεως
 
Κείμενα Αγίου Νεκταρίου Πενταπόλεως
 
Βιβλία για τον Άγιο Νεκτάριο Πενταπόλεως
 
Φωτογραφίες
 
Σύνδεσμοι
 
Ευχαριστίες
 
Επικοινωνία
 
Σχεδιασμός και Δημιουργία: Άρκεσις   Φιλοξενία ιστοσελίδας: Ματιά (www.matia.gr)